Type 33838
| Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη, | |
| ἀλλὰ καθολικοῖς θεῖα φανεῖ μέλη· | |
| ἐκείνοις μὲν γὰρ ἐναντίοις ὡς οὖσι, | |
| τούτοις πάλιν δὲ ὡς ὀρθὰ γε φρονοῦσι. | |
| Γέγραπται γὰρ ταῦτα πολλῶν εἰς παιδείαν | |
| τῶν μὴ εἰδότων ἀκριβῶς Γραφὴν Θείαν | |
| μηδὲ τὰς γνώμας ἥκιστα νοούντων τῶν μεγάλων | |
| καὶ μαχομένων ἀναιδῶς κατὰ τῶν διδασκάλων, | |
| τῶν προφανῶς ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα μαρτυρούντων | |
| καὶ ἐξ Υἱοῦ καὶ δι' Υἱοῦ λαμπρῶς θεολογούντων. | |
| Καὶ αὖθις ἐν ἀζύμῳ τε καὶ δι' ἐνζύμου ἅμα | |
| ἓν τελειοῦται ἀληθῶς τοῦ Ἰησοῦ μου σῶμα. | |
| Μετὰ δὲ τοῦτο δείκνυται ψυχαὶ μετανοούντων | |
| ὡς ἐμ πυρὶ καθαίρονται, ἁγίων μαρτυρούντων. | |
| Εἶθ' ἡ ψυχῶν ἀπόλαυσις δείκνυται σωζομένων | |
| ὡς ὄντων ἐν τῷ οὐρανῷ ἀγγέλοις συνημμένων. | |
| Ἔσχατον τὸ πρωτεῖόν τε ἐστὶ τὸ τοῦ προέδρου, | |
| τοῦ Ῥώμης ἀκροκήρυκος διαδόχου τε Πέτρου | |
| καὶ ἀληθῶς Χριστι;νῶν μύστου τῆς ἀκριβείας | |
| τῶν βουλομένων εὐτυχῶς τυχεῖν τῆς σωτηρίας, | |
| ὅπως ἰδόντες καὶ αὐτοὶ ἴσως ἐπιστραφῶσι | |
| πρὸς τὴν ἀλήθειαν αὐτήν, ἧς ἄνευ οὐ σωθῶσι. | |
| Δοίη δὲ καὶ Θεὸς αὐτοῖς τῷ δόγματι προσψαῦσαι | |
| καὶ σὺν ἡμῖν λατρείαν τε καὶ δόξαν ἀναπέμψαι | |
| τῷ πρύτανι καὶ βασιλεῖ, Θεῷ τρισυποστάτῳ, | |
| σωτῆρι καὶ κυρίῳ τε ἡμῶν ἑνικωτάτῳ. |
| Text source | M. Manousakas 1965, Ἀνέκδοτοι στίχοι καὶ νέος αὐτόγραφος κῶδιξ τοῦ Ἰωάννου Πλουσιαδηνοῦ, Ἀθηνά, 68, 49-72: 63-64 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Person(s) | |
| Metre(s) | |
| Subject(s) | |
| Tag(s) | |
| Comment | The first six verses are dodecasyllables; they are followed by twenty verses written in decapentasyllables. Vassis (2005: 201, 458) gives two separate entries, based on this metrical distinction. |
| Bibliography | |
| Number of verses | 26 |
| Occurrence(s) |
[33839] Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη
[15th c.]
MILAN - Biblioteca Ambrosiana H 41 sup. [15th c.] (f. 1v) (26 verses) |
| Acknowledgements |
Information on the type courtesy of Krystina Kubina.
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification |
|
| Permalink | http://dev.dbbe.ugent.be/types/33838 |
Last modified: 2026-01-19.
