Type 3510
(formerly typ/1629)
| Πατρικίῳ Θεοδώριτος φιλίης διὰ θεσμὸν | |
| Ὀκτὼ στοιχείων πνεύματα γραψάμενος | |
| ὡς δυνατὸν προὔπεμψεν ἀολλίσσας κατὰ λέξιν | |
| ἐξ Ἡρωδιανοῦ τοῦ τεχνοπουλυμαθοῦς. | |
| καὶ γὰρ ὁ μὲν κατέλεξε πολυσχεδέσιν τʼ ἐνὶ βίβλοις, | |
| ὁππόθι παντοίης λέξιος εἶπε τάσιν. | |
| ἀλλ οὐ ῥηϊδίην τοῖς πνεύμασι θήκατο τάξιν. | |
| τοῦτο δὲ δῶρον ἔχων εἴσεαι ἀτρεκέως | |
| καὶ μάλα ῥηϊδίως, ὁπότε χρέος, ἐνθάδε λεύσσων, | |
| τί πρὸ τίνος ψιλῶς, τί πρὸ τίνος δασέως | |
| ἐκφωνέειν θέμις ἐστί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις | |
| ἐν στήθεσσι φέρων μνῆστιν ἐμῶν καμάτων. |
Last modified: 2026-01-19.
