This is a test environment.

Type 3800
(formerly typ/1894)

Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη διὰ χειρὸς
ἐμοῦ τοῦ παναθλίου καὶ οἰκτροτάτου τάλανος
Ἰωάννου δὲ τ' ὄνομα, τοῦ Μαγκλαβίτου λέγω,
περιπατοῦντος ἔτος ἀπὸ συστάσεως κόσμου
ἕως νῦν τὴν σήμερον μηνὸς Ἰαννουαρίου
εἶνεν ἑξακισχίλιοι, σὺν τοὺς ὀκτακοσίους
πλὴν καὶ ἐπάνωθεν τούτων εἴκοσι ὀκτὼ λέγω,
θέλωμεν καὶ τοὺς ἑκατὸν ἑβδομήκοντα καὶ δύο
ἵνα ὁ αἰὼν ὁ ἕβδομος καὶ αὐτὸς πληρώσῃ,
καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ἑβδόμου αἰῶνος
ἔμεινεν εἰς τὸν ποιητὴν καὶ κτίστην τῶν ἁπάντων
οὐδεὶς γινώσκει ἀδελφοί, τί δόξει τῷ κυρίῳ.
Μόνον ἀγωνισώμεθα ἀγάπην ὑπὲρ πάντα
μὴ λοιδοροῦμεν ἀδελφοὺς, μὴ φθονοῦμεν ἀλλήλους,
καὶ ἐὰν ἔχωμεν ἀγάπην, ὁ φθόνος να λείπει
ἐλπίζομεν εἰς τὸν Χριστὸν οἱ πάντες να σωθοῦμεν
ἐγὼ δὲ καὶ πορεύομαι ἐν ἀσωτίᾳ πάσᾳ
καὶ σφάλλω ἐν τῇ βίβλῳ μου ἐνθυμούμενος ταύτην
σκοτίζονται οἱ ὀφθαλμοὶ καὶ αἱ χείραι μου τρέμουν
καὶ ὁ νοῦς μου ἐπαίρεται, εἰς ἀπόγνωσιν πίπτω
διὰ τοῦτο νῦν παρακαλῶ καὶ δέωμαι πάντας
οἱ ἀγαπῶντες τὸν Χριστόν, μηδέν με βλασφημεῖτε,
ἄλλ' ὅτι σφάλμα εὕρηται διορθώσατε τούτο
καὶ ὅστις κόψει δὲ χάρτην ἀπὸ τὴν βίβλον ταύτην
μετὰ γραμμάτων ἀριθμὸν καὶ λέξεων παντοίων,
ἐχέτω τὴν κατάραν σου καὶ πάντων τῶν ἁγίων
τοῦ παντοκράτορος ὀργὴν, καὶ δεσπότου τῶν ὅλων.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Decapentasyllable
Tag(s)
Bibliography
Number of verses 27
Occurrence(s) [19725] Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη, διὰ χειρὸς [1320]
SINAI - Mone tes Hagias Aikaterines - gr. 352 [1320] (f. 256v)
(27 verses)
Related type(s) [3798] Ὦ παρθένε δέσποινα μῆτερ Χριστοῦ τοῦ θεοῦ μου (19 verses)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification
Permalink http://dev.dbbe.ugent.be/types/3800
Last modified: 2026-01-19.