Type 3954
(formerly typ/2042)
| Δέχνυσο τοῖον δῶρον ἀφ’ ἡμετέροιο πόνοιο, | |
| ὀλβιόδωρε ἄνασσα, κυδίστη, ἀριστοτόκεια, | |
| νυὲ χαριτοπρόσωπε μεγασθενέων βασιλήων, | |
| ἣν πλέον ἀστράπτουσαν ἐϋβλεφάροιο σελήνης | |
| εἰς γάμον ὄλβιον ἤρατο νυμφιδίοις ἐπὶ λέκτροις | |
| πορφυρόπαις γόνος Αὐσονάνακτος καρτερόχειρος, | |
| Ἀνδρόνικος μεγάθυμος, ἐϋμμελίης πολεμιστής, | |
| ᾧ γέρα πρῶτα σεβαστοκρατορίης νεῖμ’ ὁ φυτεύσας. | |
| εἰς τοίνυν λυκάβαντας ἀπειρεσίους ἐλάσειας. |
Last modified: 2026-01-19.
