Type 4267
(formerly typ/2365)
| Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία, | |
| ἐκκλησίας ἄθροισμα καὶ βάσις ξένη· | |
| ἡ κατὰ παθῶν ἥδε πυκτὶς ὀλβία | |
| Ἀσὰν ἀρίστου καὶ Κωνσταντίνου δίου· | |
| διδάσκαλος δὲ τῶν Θεοῦ προσταγμάτων | |
| ἄρτον νόων τρέφουσα τοὺς δαιτυμόνας | |
| ἀναιρετικὴ πραγμάτων ἀπαισίων | |
| πνέουσαν δεινὸν καὶ βλάσφημον ξίφος· | |
| ἄνθρωπε λοιπὸν ἐκρόφησαι ναμάτων | |
| δι᾽ὧν τύχοις ἄντικρυς ἐνθέων τρίβων | |
| σαφῶς ἐν αὐτῇ τῇ θεοπνεύστῳ βίβλῳ | |
| καθὼς διδάσκει μυστικωτάτῳ τρόπῳ | |
| καὶ τὴν λύσιν θέλων γε τῶν ἐπταισμένων | |
| ἡ μυστικὴ τράπεζα τῆς Καρυκίας | |
| ἡ μυσταγωγὸς πνευμάτων τῶν ἐνθέων | |
| αὕτη κατηγλάισε μαρτύρων στίφη, | |
| αὕτη κατηδάφισε δαιμόνων θράση | |
| ὑφ᾽ἧς διδαχθεὶς ἐκφύγῃς τὰ βλαπτέα· | |
| εὕροις γὰρ εἰσήγησιν ἐνθέων λόγων | |
| νίκας ἱερῶν μαρτύρων ὑπερτάτων | |
| τριάδος ἐξήγησιν ἀκριβεστάτην, | |
| Θεοῦ λόγου σάρκωσιν ἀρρητοτρόπως | |
| καὶ θρηνεῖν Ἀδὰμ καὶ ταλαιπώρου βίου | |
| τούτων ἀκέστωρ ὁ χρυσοῦς μοι δεσπότης, | |
| καὶ φῶς δᾳδουχῶν τῶν ψυχῶν τὰς πικρίας | |
| καὶ δογμάτων πέλαγος ἀφθόνων γέμων | |
| σοφοῦ παρ᾽ἀνδρὸς ἐκτεθεῖσα πανσόφως | |
| κατ᾽αἱρετικῶν φάσγανον τεθηγμένον, | |
| ῥέουσα πηγὴ μυστικὴ πανδαισία, | |
| κιννύρα τοῦ πνεύματος ἐμμελεστάτη | |
| δι᾽ἧς θεοῦ κήρυξις ἀκριβεστάτη, | |
| βάθρον δὲ τοῖς θέλουσι τῆς σωτηρίας | |
| ἀφ᾽ ὧν ὁ πιὼν οὐχ ἁλίσκεται μόρῳ· | |
| ἐξ ὧν διδαχθεὶς τὰ συνοίσοντα ξένως | |
| ὀρθῶς ὁδεύσεις καὶ βιώσεις ἐνθέως· | |
| ὁ γὰρ ψυχικὰς ἐκφυγεῖν χρῆναι βλάβας | |
| ἰδοὺ προφανὴς ἡ βίβλος σωτηρία, | |
| ἡ πρὸς πόλον φέρουσα καὶ θεὸν τρίβος | |
| καὶ πνευμάτων μάχαιρα τῶν ἐναντίων· | |
| αὕτη κατηγλάισε δογμάτων φύσιν | |
| διδάσκαλος γὰρ ἀρετῆς καὶ κακίας, | |
| τοὺς δ᾽ ἀρετῆς στέρξειας ἐνθέους τρόπους | |
| βουλάς τε φυγεῖν τοῦ διαβόλου πάθος | |
| ἔτυχον οὐκ ἔτυχον αὐτῆς ἐλπίδος | |
| ῥήσεις προφητῶν ὑποφητῶν ἁγίων | |
| μυστηρίων ἔμφασιν ἀκραιφνῆ ξένην | |
| καὶ δογμάτων δήλωσιν ἠγνοημένων· | |
| ᾧ κλῆσις Ἀσὰν εὐσεβὴς Κωνσταντῖνος. |
| Title(s) | Στίχοι ἰαμβικοὶ εἰς τὴν βίβλον ταύτην |
| Text status | Text partially unknown |
| Editorial status | Not a critical text |
| Genre(s) | Author-related epigram |
| Metre(s) | Dodecasyllable |
| Comment | The epigram is followed by: Τέλος τῶν ἰαμβικῶν στίχων τῆς βίβλου ταύτης (Lamberz 2006: 141). |
| Bibliography |
Bibliography category to be determined S. Eustratiades 1919, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 3, 624-639: 554-555 |
| Number of verses | 48 |
| Occurrence(s) |
[20541] Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία
[1301-1425]
ATHOS - Mone Batopediou 32 [1301-1425] (f. 297r) (48 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 475: "In librum Constantini Asan" |
| Permalink | http://dev.dbbe.ugent.be/types/4267 |
Last modified: 2026-01-19.
