Type 4337
(formerly typ/2435)
| Πλάκας δέκτο φίλος Μωσῆς μεγάλοιο Θεοῖο | |
| θειοτυπώτους ἐν ὄρει δυσπειθέϊ λαῷ. | |
| Αὐτὰρ ὁ νοῦς ὑψήγορος, εὖχος τῶν θεολόγων, | |
| Γρηγόριος, πάντων μερόπων τὸ μέγιστον κλέος, | |
| κουροτέρης Ῥώμης ἐρικυδέος ἱρὸς ἰθύντωρ, | |
| Καππαδοκῶν γαίης φυτὸν εὐθαλές, ὥριος ἀστὴρ | |
| κόσμου, παμμεδέοντος ἑωσφόρος ἠελίοιο, | |
| θνητοῖς ἀνθρώποις ἀθάνατον ἄνακτα φαείνων, | |
| ἀκροτάτη κορυφὴ προσαναβὰς θείης αἴγλης | |
| δέκτο Θεοῦ σοφίην καὶ φύσιος λόγον ὀρθὸν | |
| λαχὼν φρεσσὶν ἑαῖς καὶ θειονόοις πραπίδεσσιν | |
| εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἕκαστ' ἀναφήνας | |
| ἅπανθ', ὅσσα τε φίλα Θεῷ καί τ' ἤθε' ἀγάλλει· | |
| φωναῖς θ' ἡδυλόγοισι περιφραδέως ἀγορεύσας, | |
| φράσσατο βαθυνόῳ φρενὶ καὶ φράσεν ὕψει γλώττης, | |
| ὅς θ' ὑψηγορίῃσι πολὺ προβέβηκεν ἁπάντων, | |
| οἷοι νῦν βροτοί εἰσι καὶ οἵ προπάροιθε γένοντο. | |
| Τέκμαρ ἐτήτυμον· ὅς κ' ἐθέλῃσι, χεροῖν τήνδ' ἔχει | |
| βίβλον πουλυπόθητον ἐνὶ κτεάτεσσιν ἐμεῖο, | |
| ἥν μοι Ἰωαννίκιος ὤπασε, γηθόσυνος κῆρ, | |
| θύτης ἁγνὸς ἐὼν πρωτίστου ἀρχιερῆος, | |
| γράμματι ἀσφαλεῖ τόδε χειρὶ ἑῇ σημήνας | |
| τὴν ἐπεκόσμησα καὶ ἐς τόδε ἐκτολύπευσα, | |
| ὅς γε Ῥόδον πάτρην λάχε κεῖθεν δ' εἰληλούθει | |
| κτῆμα λόγους ποθέων κρεῖττον κτεάνων ἁπάντων, | |
| φίλῳ Ἰωάννῃ Εὐγενικῷ τὸ ἐπίκλην | |
| διακόνῳ μεγάλης Θεοῦ ἔξοχα ἐκκλησίας. |
| Text source | I. Sajdak, 1914, Historia critica scholiastarum et commentatorum Gregorii Nazianzeni, Krakau: 267-268 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Author-related epigram |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Tag(s) | |
| Comment | Text of Sajdak (1914: 267-268) modified by DBBE. |
| Bibliography | |
| Number of verses | 27 |
| Occurrence(s) |
[20664] Πλάκας δέκτο φίλος μωσῆς μεγάλοιο θεοῖο
[15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 [13th c.] (f. 2v) (27 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 622: "Ioann. Eugenicus, In laudem s. Gregorii Nazianzeni" |
| Permalink | http://dev.dbbe.ugent.be/types/4337 |
Last modified: 2026-01-19.
