Type 4345
(formerly typ/2441)
| Θείου νοητοῦ ἄνθρακας πυρὸς φέρω | |
| Καταφλέγοντας δαιμόνων παντευχείαν | |
| Κρυμῶν λύοντας ψυχικῶν παθημάτων | |
| Ὠθοῦντας ἀχλὺν ἀπρεπῶν νοημάτων | |
| Καὶ φῶς βροτείαν ἐντιθέντας καρδίας | |
| Μηναίων γὰρ εἰμὶ γράμμα, εἰς κεχριμένος φίλαι | |
| Μνήσθητι κἀμοῦ, ὁ ταύτα ἐντυγχάνων | |
| Ἱακώβου πλήμωνι, καὶ λαουτρόπω | |
| Ὅπως τύχοιμι ψυχικῆς σωτηρίας | |
| Ἐν τῆ φοβερὰ ἐτάσεως ἡμέρα | |
| Ὅταν ὁ Χριστὸς ἥξει, τοῦ κρίναι πάντας | |
| Χριστὲ παράσχοι, τῶ κτησαμένῳ χάριν | |
| Ὁφλημάτων λύτρωσιν τῶ γεγραφότι | |
| Τῶ ἀναγινώσκοντι ἔλλαμψιν θείαν | |
| Ἡ χεὶρ μὲν ἡ γράψασα σάπη τῷ τάφῳ | |
| Ἡ γραφὴ δὲ μένη εἰς αἰῶνας ἀπεράντους | |
| Ὥσπερ ξένοι χαίροντες ἱδεῖν πατρίδα | |
| Οὕτως καὶ οἱ γράφοντες βιβλίου τέλος | |
| Ἄνακτε Χριστὲ πατροκόλπιον φάος | |
| Μήδων τοῦ πατρὸς, καὶ πρύτανι τῶν ὅλων: | |
| Σὲ ἐκδυσωπῶ τὸν πανακτὶ δυνάμει | |
| Σκέπε φρούρει φύλαττε τὸν σὸν οἱκέτην | |
| Τὸν καὶ ξίσαντα τὴν θείαν δέλτον ταύτην | |
| Ὁ τὴνδὲ κρατῶν δέλτον πάτερ, καὶ τὰς ἐν αὐτῆ λιτὰς | |
| Καὶ εὐχὰς πρὸς φέρων τῶ δεσπότη | |
| Μέμνησο κἀμοῦ, τοῦ γράψαντος συνάμα χρωμένῳ | |
| Τὸ τέρμα δεδορκῶς, τῶν τῆσδε βίβλου: | |
| Γεγηθα λιτὰς ἀναπέμψαι, Χριστῷ τῷ τελεστῇ, τῶν | |
| Ἀγαθῶν πάντων: + |
Last modified: 2026-01-19.
