Type 4390
(formerly typ/2487)
| Πρὸς τὴν Καλυψὼ Ζεὺς Ὀδυσσέως χάριν | |
| πέμπει τὸν Ἑρμῆν Ἀθηνᾶς πεισθεὶς λόγῳ· | |
| αὐτὴ δὲ θᾶττον εἰς Ἰθακην εὐθέως | |
| ἥκει παραινέσουσα τῷ Τηλεμάχῳ | |
| ὡς πρὸς πατρὸς ζήτησιν ἐλθεῖν σπουδάσοι, | |
| ἀρχῷ παρεικασθεῖσα Ταφίων Μέντῃ. | |
| ἐπιξενωθεῖσα δὲ τῷ Τηλεμάχῳ, | |
| Σπάρτην διελθεῖν καὶ Πύλον τούτῳ λέγει, | |
| ὡς πατρικὴν ἄφιξιν ἐκ τούτου μάθοι. | |
| αὐτῆς δ᾽ ἐκεῖθεν ἐκδραμούσης αὐτίκα | |
| Τηλέμαχος πρόσεισι μνηστήρων ὄχλον | |
| καὶ πάντας ἄρδην θρασυκωτέροις λόγοις | |
| εἰς ἀγορὰν αὔριον ἡκέναι λέγει. |
Last modified: 2026-01-19.
