Type 4422
(formerly typ/2524)
| Θείης προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων, | |
| τὴν ἀχράντοις μητίεσιν ἀμφίστροφ' ἕλκεται αἰών, | |
| ἀγγελικῶν τε δάμων χθονίων τ' ἀνθρώπων βουλαί· | |
| ἀμφὶ δὲ ἓ κλεινῶς ἑλίσσει περικαλέα κύκλον, | |
| πᾶν εἴ τι κτίσεν αἰπὺς πάις μεγάλοιό κε πατρός. | |
| Μέσφ' ὅτ' ἀμφὶ κέντρον βαῖεν ἰθύγραμμα θεῖον, | |
| μουναδικῇ δ' ἑδρασθεῖεν ἕδρῃ οὔτι πληθούσῃ | |
| πράξεσι μητίεσ' ἀργαλέοισι· τὸ γὰρ θέλε Χριστός, | |
| πῆξ' ὅτε κύκλα χρόνου ἠδ' Ἄδαμον ἀνέρα κεδνόν, | |
| εἰ καὶ δαίμονος ἀνδροφόνοιο πραπίδεσι κακαῖς | |
| πάθ' ἄτην ἐν ὀϊζυρῇ κάππεσεν βιοτῇ τε. | |
| Τεήν δε προνοίην ὑμνέω ᾄσμασιν εὐαγέεσιν | |
| οὔνεχ' ἁπάντων ἄλλων, ἅ μοι τεῦξ' ἄνωθεν, | |
| ἠδέ γε τουτουῒ μάλ' ἔργου μεγάλοιο πέλοντος. | |
| Ἀντολίη μὲν γὰρ πυρὶ δάμαζ' ἠὲ μαχαίραισι | |
| (φεῦ φεῦ φεῦ φεῦ, κακὸν ποῖον δαίμονες τεῦξαν), | |
| Χριστὸς δ' ὑπνοῖ κεύθων ἑήν τε μεγάλην βουλήν, | |
| ὄφρ' ὄπισθεν κάρτα φαανθῇ θεὸς αἰπύς τε σωτήρ, | |
| γυμνώσας ἑὰ μήδεα σωτηρίαν ὄνθ' ἡμῶν, | |
| κἂμ ἄλλως δοκέει ἢ ἄμμες ἀμφαγαπῶμεν. | |
| Βίβλοι δ' Ἀντολίηθεν, ἃς μὴ πῦρ φλέξε γε, ἧκον | |
| πόντου οἶδμα περόωσαι πραπίδεσι προνοίης· | |
| ὧν μ' ἀπολαῦσαι δῶκε σαώτης ἄκρῳ θυμῷ | |
| οὔτι πονήσανθ' εἵνεκα τούτων, οὐ πόρρω τε | |
| ἰόντα, πὰρ δ' οὔρει φάραγγ' ἑζόμενον θ' ἡσύχως, | |
| οὐκ αἴᾳ Πέλοπος (πατρίδ' ἔλιπον γὰρ τήνδε), | |
| οὔτε Μακεδονίῃ Ἄθῳ θ' ἁγίῳ περικλύτῳ | |
| (ἔθνεα ἄμμες γὰρ κεῖθεν ἄνστησεν οὐκ ἐθέλοντας), | |
| πὰρ δέ γε Θερμοπύλαισι μυχοὺς εἰσδύντα δασεῖς, | |
| βαθείῃ πενίῃ πιεζόμενον μαλ' ἄκρως, | |
| σταυρόν τε μοῦνον ἔχωντ' ἀντὶ πάντων, οἷς κόσμος χαίρει, | |
| φαεινὸν στῦλον ἐμῆς ζωῆς, ᾧ Χριστὸν θάνεν, | |
| ὄφρα ζωώσει βρότει' ἄσπετα φῦλα θνητά. | |
| Ἀτὰρ οὐχ ἁπλῶς προνοίῃ τάδ' ἔτευξ' αὐτῷ - - - | |
| Κώνσταντα δέ τιν' ἄνστησ' ἔργον ἐς τοῦτο σπουδῇ, | |
| Κώνσταντ' οὐμὸν φίλον κατὰ θυμὸν παμφαῆ | |
| αὐγῇσιν ἀρετῶν ξυμπάντων, ταῖς θεὸς χαίρει· | |
| Κώνσταντα, ᾧ φύτλη πὰρ Σόλωνος νομογράφου | |
| γαίης ἐξ ἱερῆς (οἴκησις δ' ἐν Θερμοπύλῃσιν), | |
| ὃς μεσίτῃ Βασιλείῳ ὑπὸ μεγάλῳ τάσδε | |
| κτήσατο βίβλους κἀμοὶ δῶκ' ἀπολαύειν. | |
| Κώνστας γὰρ ἑόρταζε Βασίλειον μέγαν ᾠ - - | |
| ἠδ' ὃς Κώνσταντος τέκος Βασίλειον δ' ἡ - - | |
| θῆκε δ' ἐν οὐραγῷ φίλον τιμῶν ὑμν - - - | |
| δῶκε δὲ βίβλους κεδνὰς Κώνσταντι φ - - -. | |
| βαβαὶ καὶ θανὼν τέρας οἷον τελεῖ Βασίλειος. | |
| Πόντου Καππαδοκίας τε μέγα κλέος εἰσέτι ζῇ, | |
| δοξάσας αὖθις Ἑλλάδα, τὴν οἶδ' ὅσσοις - - -, | |
| ὁππότ' ἐνὶ μαθήμασιν ὧδ' ἦν σὺν φίλῳ | |
| Γρηγορίῳ λαμπτῆρι θεολογίας μεγάλῳ. | |
| Χριστὲ ἄναξ, λίτομαί σε καλῶν παμπληθὲς - - - | |
| ὧδε παράσχοις Κώνσταντι παντὶ ξὺν μ . . ρ - - . | |
| αὐτόθι γοῦν βασιλείῃ οὐρανίῃ κοσμήσ<αις> | |
| τόνδ' ἱλασμοῖς Θεοτόκου ἠὲ Βασ<ιλείου>. | |
| Ἰωάκειμος ὑμνῶν προνοίην ἀείσω ταύτ<ην>. |
| Text source | A. Papadopoulos-Kerameus, 1915, Ἱεροσολυμιτικὴ βιβλιοθήκη ἤτοι κατάλογος τῶν ἐν ταῖς βιβλιοθήκαις τοῦ ἁγιωτάτου ἀποστολικοῦ τε καὶ καθολικοῦ ὀρθοδόξου πατριαρχικοῦ θρόνου τῶν Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης ἀποκειμένων ἑλληνικῶν κωδίκων (vol. 5), Saint-Petersburg: 192-193 |
| Text status | Text partially unknown |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Tag(s) | |
| Bibliography | |
| Number of verses | 55 |
| Occurrence(s) |
[20831] Θείης προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων
[1201-1225]
CLEVELAND - Museum of Art 42.0152 [1201-1225] (f. 1v) (55 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 331: "Ioachim mon. Corinthius, In quattuor evangelia" |
| Permalink | http://dev.dbbe.ugent.be/types/4422 |
Last modified: 2026-01-19.
