Type 4671
(formerly typ/2756)
| Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας | |
| νοὸς Μανουήλ, τοῦ νόων βασιλέως, | |
| Ῥώμης νέας ἄνακτος, ἔρνους πορφύρας, | |
| ὃς πάντα δρᾶν σώζοντα τοὺς ὑπηκόους | |
| θέλων ἀειμέριμνον αὐχεῖ καρδίαν. | |
| Καὶ γὰρ μυριόλεκτος ἐκ πάσης βίβλου | |
| χρῆσις Γραφῶν ἐνταῦθα συγκατεγράφη, | |
| δι᾿ ὧν μαθεῖν ἔξεστιν ἀτρέπτοις λόγοις | |
| τοῦ Πνεύματος μὲν τοῦ Θεοῦ καὶ Κυρίου | |
| τὴν ἐκπόρευσιν ἐκ Θεοῦ Πατρὸς μόνου, | |
| πάντας δ᾿ ἀνορθοῦν τὰς φρένας στρεβλουμένους | |
| πρὸς γνῶσιν ὀρθῶν συνοδικῶν δογμάτων. | |
| Καὶ γὰρ ὁρᾶν ἔξεστι καὶ γεγραμμένον | |
| τοῦτον τὸν ἀσύγκριτον εἰς νοῦν, εἰ σθένος· | |
| ἐνταῦθα μὲν πῶς ἐκ μελιχρῶν χειλέων | |
| τῆς ἐκ παλαιᾶς προσλαλεῖ Ῥώμης θύταις, | |
| τοῖς δ᾿ ἀρχιθύταις ἀλλαχοῦ καὶ προκρίτοις | |
| τῶν Ἀλαμανῶν συνομιλεῖ πανσόφως, | |
| αὖθις δὲ θύταις, λευίταις, δικασπόλοις | |
| τῶν Σικελῶν σύνεστιν εἰς ὁμιλίαν, | |
| ἀναμφιλέκτοις συλλογισμοῖς δεικνύων | |
| τὸ Πνεῦμα Πατρὸς ἐκπορεύεσθαι μόνου | |
| ὡς μὴ πρὸς ἀρχὰς ἐκκυλισθῶμεν δύο, | |
| Θεὸν μαθόντες ἐν μοναρχίᾳ σέβειν· | |
| τῶν δ᾿ Ἀρμενικῶν προστάτας θρησκευμάτων, | |
| καινὴν μίαν λέγοντας ἐν Χριστῷ φύσιν, | |
| ἐκ συλλογισμῶν γραφικῶν πείθει λέγειν | |
| διπλὰς ἐν αὐτῷ τὰς φύσεις ἀσυγχύτως, | |
| ψευδεῖς ἐλέγχει τετραρίθμους αἱρέσεις | |
| ὅτι μόνη θέλησις ἐν Χριστῷ μία, | |
| ὡς ἡ Θεοῦ πέπονθεν ἐν σταυρῷ φύσις, | |
| ὡς σὰρξ φθορᾶς ὕπερθεν, ὡς φαντασία. | |
| Ταύτην τὸ λοιπὸν πᾶς ἀναπτύσσων βίβλον | |
| καὶ καρδίας λάρυγγα καὶ ψυχῆς στόμα | |
| καταγλυκάζων Δαυιτικῶς κρινέτω | |
| τύπον νοητῆς βιβλίου κεφαλίδος | |
| Ἰεζεκιὴλ ἐκμελιτούσης στόμα, | |
| ἢ λαβίδα φέρουσαν ἄνθρακος φλόγα | |
| ῥύπασμα πάσης ἐκκαθαίρουσαν πλάνης, | |
| ἢ γοῦν τὸ Χριστοῦ μυστικώτατον πτύον, | |
| ἐπεὶ διιστᾷ σῖτον ἐκ τῶν ἀχύρων, | |
| καὶ τὸν μὲν ἐντὸς ἀποθηκῶν εἰσάγει | |
| ἀποστολικῆς εὐσεβοῦς ἐκκλησίας· | |
| ὃς Χριστὸν οἶδε κατὰ γῆς πεπτωκότα | |
| κόκκον καθάπερ καὶ θανόντα σαρκίῳ, | |
| πολὺν δὲ καρπὸν αὖθις ἐκδεδωκότα, | |
| τοὺς δ᾿ ἀχυρώδεις ἀντιδοξούντων λόγους | |
| ἐκπυρπολεῖ καὶ μέχρις εἰς χοῦν λεπτύνει. | |
| Ταύτην ἂν εἴποι καὶ κιβωτόν τις νέαν | |
| πλήρη καθαρῶν μὴ καθαρῶν τε στίφους | |
| ὀρθοφρονούντων δηλαδὴ καὶ δυσφρόνων, | |
| ἐξ ἧς κόραξ μὲν τοῦ Σατὰν πλήρης ζόφου, | |
| θύραν παρελθών, Χριστόν, οὐκ ἀναστρέφει, | |
| ὁ δ᾿ ἀκέραιος ὡς περιστερᾶς τρόπος | |
| οὐκ ἐκτὸς αὐτῆς ἐνδιατρίβειν θέλει, | |
| κάρφος δ᾿ ἐλαίας ἀμφὶ τὸ στόμα φέρει, | |
| ὡς οἷα Χριστοῦ σάρκα κηρύττειν ἔχων | |
| θείας ἐλαίῳ φύσεως κεχρισμένην· | |
| οὐ χρήσεων δὲ Γραφικῶν γέμει μόνον, | |
| ἀλλ᾿ ἐξελέγχειν τοὺς ἐναντίους ἔχει | |
| καὶ συλλογισμοῖς ἀποδεικτικωτάτοις | |
| ὡς ἐμφέρειαν εἰσφέρειν φραγελλίου, | |
| ὃ σχοινίοις ἔπλεξε Χριστοῦ παλάμη, | |
| δι᾿ οὗπερ ἀνέστρεψε τραπέζας ὅλας | |
| τῶν κερματιστῶν ἱεροῦ ῥίπτων μέσον· | |
| ἐν γὰρ ἀφύκτοις συλλογισμῶν πλεκτάναις | |
| στερρῶς ἀπάγχειν τοὺς θρασυστόμους σθένει | |
| μίαν Τριάδος κερματίζοντας φύσιν | |
| εἰς ἀσυνάπτους ἀλλοφύλους οὐσίας, | |
| ἢ συγχέοντας εἰς ὑπόστασιν μίαν, | |
| ὅσοι τε Χριστοῦ κολλυβίζοντες φύσεις | |
| ἢ πρὸς μίαν φύρουσι τὰς δύο κρᾶσιν, | |
| ἢ γοῦν διπλᾶς λέγουσι τὰς ὑποστάσεις. | |
| Τοιόνδε τὸ σπούδασμα τοῦ βασιλέως, | |
| τοσοῦτον ἔργον εὐσεβοφρόνων βάθρον, | |
| ἀντιφρόνων δὲ δογμάτων ἀστασίαν | |
| εἰς νοῦν μὲν ὠδίνησεν ὁ σκηπτροκράτωρ, | |
| πνεῦμα σοφίας συλλαβῶν σωτηρίου, | |
| εἰς φῶς δὲ νῦν ἤνεγκε τούτου τὸν τόκον | |
| ὡς δεύτερος δ᾿ ὢν Ἰσραὴλ Θεὸς νέου. | |
| Πιστῷ μὲν εἰς πᾶν ἐκ γεναρχῶν οἰκέτῃ | |
| οὕτω θελήσας, τόνδε πιστεύει πόνον, | |
| ὅς ἐστιν Ἀνδρόνικος ἐκ μητρὸς Δούκας, | |
| ὁ πανσέβαστος Καματηρὸς πατρόθεν, | |
| μέγας τε Δρουγγάριος ἐκ τῆς ἀξίας | |
| ὡς δ᾿ οἷα πλάκας μυστικὰς ἄλλας νέας | |
| τῷ παντὶ κόσμῳ τήνδε τὴν βίβλον νέμει, | |
| τὴν Ὁπλοθήκην Ἱερὰν καλουμένην | |
| θεογράφων φέρουσαν ὕψος δογμάτων. | |
| Θεὸς δὲ τριὰς ἡ μόναρχος οὐσία | |
| ζωῆς μὲν αὐτῷ καὶ θρόνου τὰς ἡμέρας | |
| εἴη συναύξων οὐρανοῦ ταῖς ἡμέραις, | |
| δοίη δὲ πᾶσαν κοσμικὴν μοναρχίαν | |
| καὶ τὴν συναυτάνασσαν ἐκ ῥηγῶν γένους | |
| καὶ πριγκιπικῆς εὐκλεοῦς ῥιζουχίας, | |
| γένοιτο τηρῶν εἰς μακρὰν συζωΐαν | |
| σὺν τῷ νεανθεῖ πορφυροβλάστῳ ῥόδῳ, | |
| στέφος φέροντι τοῦ κράτους Ἀλεξίῳ, | |
| τῶν οὐρανῶν δὲ τὴν βασιλείαν τέλος | |
| κλήρωμα τούτοις ἀμετάτρεπτον νέμοι. |
Last modified: 2026-01-19.
