Type 4868
(formerly typ/2916)
| Ἡγουμένῳ Συμεῷ τήνδε προστάξας | |
| Βίβλον ἱστορίσασθαι ψυχωφελῆ τε, | |
| Ἤτοι περιφέρει γὰρ τούσδε πατέρας, | |
| Δωροθέῳ τῷ σεπτῷ καὶ φιλοσόφῳ, | |
| Καὶ Μαξίμῳ τῷ σοφῷ καὶ θεολόγῳ, | |
| Καρπαθίῳ ῥήτορι καὶ θεοφόρῳ, | |
| Νείλῳ τῷ πνευματικῷ καὶ φιλοθέῳ, | |
| Παντοδύναμε Θεέ, ὧν ταῖς πρεσβείαις | |
| Συνεργεῖν ταῖς διδαχαῖς τούτων αἱρεῖσθαι | |
| Τοῦς τῶν ὅλων σε Θεὸν ἐπεγνωκότας. | |
| Εὕροιμι προστάτας δὲ καιροῦ καλοῦντος | |
| Εγὼ ὁ παμβέβηλος καὶ παραβάτης | |
| Προσταχθείς, ὃς γέγραφα τήνδε πυκτίδα, | |
| Μελετίῳ μοναχῷ καὶ φρενολείπτῳ. |
Last modified: 2026-01-19.
