Type 5061
(formerly typ/3118)
| Ἄνακτες, ῥῆγες, πρίγκιπες, σατράπαι, σατραπάρχαι | |
| χιλίαρχοι καὶ στρατηγοί, τοπάρχαι, πολιτάρχαι, | |
| ἱππηλασίαις χαίρουσι καὶ τοῖς κυνηγεσίοις | |
| κυσὶ ταχείαις χρώμενοι καὶ ταχυπτέροις κίρκοις | |
| θηρεύειν πτώκας καὶ νεβρούς, χλούνας ὀρεσιτρόφους, | |
| αἴγας ἀγρίας κεραούς, ἀρκτους λασιοχαίτας, | |
| πέρδικας, χῆνας, ὄρτυγας, ταῶνας καὶ γεράνους. | |
| Σὺ δὲ ψυχὴ φιλόθεε καὶ φιλολογωτάτη, | |
| περίβλεπτε, περίφημε, χαριτοκοσμημένε, | |
| τρισένδοξε, τρισόλβιε, τρισμέγιστε, τρισμάκαρε, | |
| ἡδύτατε, πραότατε, χρηστότατε, χαρίει, | |
| ὕπατε πάντων εὐγενῶν τῆς τρισμεγίστου βρότης | |
| τοῦ Σολομῶντος τοῦ Σοφοῦ πλουτίσας τὴν σοφίαν | |
| Δαυΐδ τε τὴν πραότητα τοῦ προφητικωτάτου | |
| τὴν ἀκακίαν τοῦ Ἰὼβ τοῦ θεομαρτυρήτου | |
| τὴν σωφροσύνην Ἰωσὴφ ἄρχοντος τῆς Αἰγύπτου | |
| καὶ πάντων ἄλλων ἀρετὰς ἁγίων ἀγαπήσας | |
| ἀπὸ ψυχῆς ἐμίσησας ἐξ ὅλης τῆς καρδίας | |
| ἵππους μυκτηροκόμπονας, φάτναις ἀκοστατοῦντας | |
| κύνας ἀνέμοις τοῖς ποσὶν ὁμοίως εἰς τὸ θέειν | |
| κίρκους τανυσιπτέρυγας θείνοντας τὸν ἀέρα | |
| κενά τε κυνηγέσια καὶ τὰς ἱπποδρομίας | |
| ἀλλ'αντὶ τούτων τῶν αἰσχρῶν καὶ τῶν ἀχρήστων ἔργων | |
| ὑπὲρ χρυσὸν καὶ μάργαρον καὶ σάπφειρον προεῖλε | |
| τῆς Παλαιᾶς τε καὶ Καινῆς βίβλους τὰς θεοπνεύστους. | |
| Ὅθεν ἐμοὶ προστεταχὼς τῷ πενιχρῷ σου δούλῳ, | |
| ὡς Εὐρυσθεὺς τῷ Ἡρακλεῖ τῷ παναλκιμωτάτῳ, | |
| τοῦ γράψαι ταῦτα γράμμασιν ἑλληνικοῖς στοιχείοις | |
| ἔσπευσα τρόμῳ καὶ χαρᾷ τὰ σὰ πρεκέπτα πράξαι. | |
| Δουλοπρεπῶς ἤδη τὰ νῦν τῇ σῇ μεγαλονοίᾳ | |
| προσάγω, φέρω, δίδωμι ἃς ἐγεγράφειν βίβλους | |
| Μωσέως τὴν Πεντάτευχον, Ναβῆ τὴν στρατηγίαν, | |
| Κριτάς, τὴν Ῥούθ, Βασιλειῶν τεσσάρων διηγήσεις, | |
| τρισσὰ Παραλειπόμενα, Ἔσδρα δισσὰ βιβλία, | |
| τοῦ Νεεμίου λόγους τε, υἱοῦ τοῦ Ἀχαλία, | |
| τῶν Μακκαβαίων ἄθλησιν, τῆς Ἰουδὴθ ἀνδρείαν, | |
| Ἐσθήρ, Τωβὶτ τὸν δίκαιον σὺν τῷ παιδὶ Τωβίᾳ | |
| Δαυΐδ τὸν μελιτόεντα, ἑξκαίδεκα προφήτας, | |
| ἀγῶνας καὶ παλαίσματα Ἰὼβ τοῦ παναρέτου, | |
| τὰς Παροιμίας τὰς σοφάς, Σοφίαν Σολομῶντος, | |
| σὺν τούτοις Ἐκκλησιαστήν, ᾎσμα τε τῶν ᾈσμάτων, | |
| τὴν σοφωτάτην Ἰησοῦ Σοφίαν Σειρὰχ γένος, | |
| ἐπιστολὰς ἃς ἔγραψεν ὁ μέγας Παῦλος πᾶσι, | |
| σεπτάς τε πράξεις τῶν σοφῶν καὶ θείων ἀποστόλων | |
| ἃς συνεγράψατο Λουκᾶς ὁ πάνσοφος πανσόφως, | |
| Πέτρου τοῦ πρῶτου μαθητοῦ καὶ πρωτοθρόνου Ῥώμης, | |
| ἐπιστολὰς καθολικὰς τοῦ θείου Ιωάννου | |
| τοῦ ἐν τῷ στήθει τοῦ Χριστοῦ πεσόντος ἐν τῷ δείπνῳ | |
| καὶ πειθομένου, κύριε, τίς ὁ παραδιδούς σε, | |
| Ἰούδα τὴν ἐπιστολὴν ἀλλ᾽ οὐχ ἡ τοῦ προδότου, | |
| ὡσαύτως Ἰακώβου τε συγγόνου Ἰωάννου | |
| τὴν θείαν ἀποκάλυψιν καὶ παραδοξοτάτην | |
| καὶ περιόδους θαυμαστὰς τὰς πατμοεφεσίας, | |
| σὺν τούτοις εὐγενέστατε, ῥίζης τιμίας ὄρπηξ, | |
| ὑψίνου, χαριτώνυμε, ἐχέφρων γενναιόφρων, | |
| ὑπὲρ διάδημα χρυσοῦν, ὑπὲρ χρυσῆν κορώνην, | |
| ἢ στέφος λιθοκόλλητον, καὶ βύσσον, καὶ πορφύραν, | |
| ἢ μάργαρον πολύτιμον, ἢ λίθον τὸν λυχνίτην, | |
| Εὐαγγελίων γέγραφα τοὺς εὐαγγέλους λόγους | |
| Ματθαίου, Μάρκου καὶ Λουκᾶ καὶ τοῦ ἠγαπημένου | |
| Χριστῷ τῷ παντοκράτορι παρθένου Ἰωάννου | |
| τοῦ τρεῖς μητέρας ἔχοντος ὑπὲρ ἀνθρώπους πάντας | |
| Σαλώμην τε καὶ τὴν Βροντὴν καὶ τὴν Χριστοῦ μητέρα, | |
| Ἴδε καὶ γὰρ φησὶ Χριστός, υἱὸς ὁ σός, ὦ γύναι, | |
| πρὸς τοῦτον δ’ αὖ ἀντέφησεν, Ἴδε σου τὴν μητέρα, | |
| ὅτε σταυρῷ προσήλωτο ὑπὲρ ἡμῶν ἀδίκως. | |
| Θεὸς οὐκοῦν ὁ παντουργὸς καὶ κύριος τῶν πάντων | |
| παρέξοι χρόνους τῆς ζωῆς τῇ σῇ μεγαλονοίᾳ | |
| ἀναγινώσκειν, σκέπτεσθαι, ταύτας διερμηνεύειν, | |
| ἑλληνικῇ, ῥωμαϊκῇ πανσόφῳ διαλέκτῳ | |
| καὶ δόξαν ἄλλην δώσει σοι μεγιστοτέραν ταύτης | |
| ἴδοις υἱοὺς τῶν σῶν υἱῶν ἐν βαθυτάτῳ γήρᾳ | |
| ὡς ἐλαιῶν νεόφυτα κύκλῳ τῆς σῆς τραπέζης. | |
| Χαρίσαιτό σοι κύριος τοὺς σοὺς σεπτοὺς συγγόνους | |
| εἰς ἡμερῶν περιδρομάς, εἰς χρόνους ἀπεράντους, | |
| ἐν ἀξιώμασι λαμπροῖς ἐν δόξαις πανεντίμοις | |
| γένοιτο ταῦτα γένοιτο γένοι καὶ πέρας λάβοι | |
| Θεὲ θεῶν καὶ Βασιλεῦ ἁπάντων βασιλέων | |
| ἐμοὶ δὲ πάλιν πρόστατε τὰς σὰς τελεῖν προστάξεις | |
| ὡς δούλῳ, ὡς θεράποντι, ὡς λάτρῃ, ὡς οἰκέτῃ. |
| Text source | A. Markopoulos 1981, Συμπληρωματικὰ γιὰ τὸν Μιχαὴλ Λουλούδη, in Πεπραγμένα τοῦ Δ΄ Διεθνοῦς Κρητολογικοῦ Συνεδρίου (vol. 2), Ἀθήνα, 232-243: 240-242 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Person(s) | |
| Metre(s) | Decapentasyllable |
| Subject(s) | |
| Tag(s) | |
| Critical Notes | 1 πρίγκιπες ] πρίγκηπες scr. Markopoulos (1981: 240) 55 ἐχέφρων γενναιόφρων ] ἐχέφρον, γενναιόφρον Markopoulos |
| Comment | Beneševic (1917: 28-20) gives a different and faulty text. Source text of Markopoulos (1981: 240-242) modified by DBBE. |
| Bibliography | |
| Number of verses | 80 |
| Occurrence(s) |
[21790] ἄνακτες ῥῆγες πρίγκιπες σατράπαι σατραπ(ά)ρχ(αι)
[1276-1350]
SINAI - Mone tes Hagias Aikaterines - gr. 1342 [1276-1350] (f. 198r-198v) (80 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 41: "Michael Luludes, Ad Ioannem Morozinem ducem Cretae" |
| Permalink | http://dev.dbbe.ugent.be/types/5061 |
Last modified: 2026-01-19.
