Type 5303
(formerly typ/3350)
| Αἰγλήεις παράδεισος, Μουσῶν ἀγλαὸν ἄλσος | |
| ἥδε βύβλος τελέθει σοφίην αὐχοῦσα Πλάτωνος, | |
| τὴν χαρίτεσσιν ὑφήνας Βησσαρίων θεοειδὴς | |
| παντοίης σοφίης ὑποθημοσύνας ἐνέπασσεν· | |
| καί μιν ἐπισταμένως πραπίδεσσιν ἑῇσιν ἀρηρὼς | |
| θῆκεν ἅπασι βροτοῖς μέγ’ ὄνειαρ θαῦμά τ᾽ ἰδέσθαι· | |
| ὃς δή κεν ποθέῃσι Πλάτωνος δόγματα κεδνὰ | |
| ἠδ᾽ ὑψηγορίην στήθεσσιν ἑοῖσι δαμῆναι | |
| δεῦρ᾽ ἴτω, ἡδυπνόου λειμῶνος ἀπ᾽ ἀθανάτοιο | |
| ἄνθεα δρεψόμενος σοφίης καλὰ τηλεθόωντα | |
| καί μιν ὀΐω μᾶλλον τέρψεσθαι φίλον ἦτορ | |
| ἐνδυκέως ὅς μιν μετιὼν ἐπὶ θυμὸν ἐρείσει | |
| ἢ τέρποιθ’ εὑρὼν ἄφενος καὶ ἀθέσφατον ὄλβον, | |
| Ἰνδίη ὅσσα φέρῃσιν ἰδ᾽ Ἀραβίη ἐρατεινή· | |
| τῇ μὲν γὰρ ψυχὴν ὀνίνησιν, τῇ δ᾽ ἄρα σῶμα· | |
| ἤδη καὶ πέπλον εἶδον Ἀθηναίης ἐνὶ βωμῷ | |
| λαμπρόν τ᾽ ἠδ’ ἐρίτιμον, δαίδαλα πάντα φέροντα· | |
| ἀλλ᾽ οὐ τόσσον ἔην δαιδάλμασι κεῖνος ἀγαυός, | |
| ὅσσον ἄρ᾽ αὐτὴ μαρμαίρησιν βίβλος ἐραυγή· | |
| οὐδὲ τόσ᾽ ἔργα ἔην ἀσκητὰ πέπλῳ ἐνὶ κείνῳ | |
| ὁππόσ᾽ ἄρ᾽ εἰν αὐτῇ θεοείκελα ἔργα τέτυκται | |
| τερπνά τε καὶ χαρίεντα θεοῦ κεν ὑφάσματα φαίης | |
| ὅσσα γὰρ ἔργ᾽ ἀριδείκετα τῆς φύσιος τελέθοντι | |
| ἠδ᾽ αὖ ὅσσα ὑπὲρ φύσιν οὐρανίης ἐριτίμου | |
| δῶρα πέλοντι, ἰδ᾽ ὅσσα πρὸς ἦθος ῥυθμίζοντι | |
| ὁππόσα τ᾽ αὖ διαλέξιος ἔκγονα καλλιόπης τε | |
| πασάων ἐρικυδέα δῶρα βύβλῳ ἐνὶ τῇδε | |
| εὖ δὴ πάγχυ γε καὶ κατὰ μοῖραν ἅπαντα γέγραπται | |
| πάντα δ᾽ ἀληθείης ἱερῆς καλὰ τέκνα πέλοντι | |
| ταύτῃ καὶ γὰρ χραισμῶν Βησσαρίων θεοειδὴς | |
| τήνδε μάλ᾽ εὐφραδέως συνύφην᾽ ἐριθηλέα βύβλον | |
| παύσας γραμματολοιγὸν νημερτοκτασιάων | |
| ὃς βοόων μὰψ κοὐ κατὰ μοῖραν ἔριζε Πλάτωνι | |
| οὐδὲν ὅλως εἰδὼς σοφίης ὑποθημοσυνάων· | |
| ἀλλὰ σὺ χαῖρε, Πλάτων, πρόμον αὐχῶν Βησσαρίωνα | |
| δῖον· ὃ δήτοι αἰὲν ἀεικέα λοιγὸν ἀμύνει· | |
| ὃς καὶ τήνδε τέτευχε καλὴν δέλτον, μέγα ἔργον | |
| ἠδὲ τεῆς σοφίης μνημήϊον ἐσσομένοισιν. | |
| Ἀλλ᾽, ὦ Βησσαρίων μάκαρ, οὖλέ τε καὶ μέγα χαῖρε, | |
| σεῖο δ᾽ ἀεὶ φάτις ἄμβροτος οὐρανὸν εὐρὺν ἱκάνοι· | |
| οὕνεκά σ᾽ ὑψιμέδων θεὸς ἄφθιτος αἰθέρι ναίων | |
| ὄλβιον οἷς δώροισι μετ᾽ ἀνθρώποισιν ἔθηκε, | |
| παντοίην ἀρετὴν ἠδὲ κλέος ἐσθλὸν ὀπάσσας· | |
| αὐτὰρ ἐγὼ σέο καὶ μετέπειτα μνήσομαι αἰὲν | |
| σὴν σοφίην θάμα κλείων πᾶσι μετ’ ἀνθρώποισι | |
| σήν τ᾽ ἀγανοφροσύνην, σὴν μειλιχίην τε, | |
| λισσόμενος κρατερὸν θεόν, ἄμβροτον ἀρχὸν Ὀλύμπου, | |
| ὄφρα τοι ἐς πολέας λυκάβαντας γῆρας ὀπάζῃ | |
| ὄλβιον ἄκρον ἀωτεῦντι σοφίης ἁγνὸν ἄνθος. |
| Title(s) | Ἀνδρονίκου Βυζαντίου ἐπίγραμμα ἐν ἑξαμέτρῳ εἰς τὸ Βησσαρίωνος καρδηνάλεως καὶ πατριάρχου Κωνσταντινουπόλεως ὑπὲρ Πλάτωνος βιβλίον |
| Text source | É. Legrand, 1892, Cent-dix lettres grecques de François Filelfe, Paris: 220-221 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Tag(s) | |
| Critical Notes | 19 an εὐαγὴ scribendum? |
| Comment | 19 ταύτῃ] ταύτη Legrand |
| Bibliography | |
| Number of verses | 49 |
| Occurrence(s) |
[22146] ιγλήεις παράδεισος μουσῶν ἀγλαὸν ἄλσος
[1426-1475]
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 198 (coll. 744) [1426-1475] (f. 1v-2v) (49 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 17: "Andron. Callistus, In laudem Bessarionis" |
| Permalink | http://dev.dbbe.ugent.be/types/5303 |
Last modified: 2026-01-19.
