Type 5361
(formerly typ/3398)
| Νότου βασίλισσα ποτὲ σοφίαν Σολομῶντος, | |
| ἐθαύμαζεν ἀκούουσα λίαν ἐξεθαμβεῖτο. | |
| ὅθεν ἀπάρασα σπουδῇ τῆς γῆς τῶν Αἰθιόπων | |
| μετὰ λαμπρῶν τε στρατηγῶν μετὰ δορυφορίας, | |
| πρὸς τὴν Σιὼν κατέλαβε τὴν πόλιν τὴν ἁγίαν, | |
| καὶ Σολομῶντος τὰς πολλὰς ἀπήλαυσε σοφίας. | |
| σὺ δὲ φιλομαθέστατε ψυχὴ καὶ τρισολβία | |
| ἀγχίνου συνετώτατε χαριτοκοσμημένε | |
| σεπτῶν γονέων βλάστημα ῥίζης τιμίας κλάδε, | |
| τοῦ Σολομῶντος ἐκ παιδὸς τὴν φρόνησιν πλουτήσας. | |
| τὴν τοῦ Δαυῒδ πραότητα κτησάμενος βρεφόθεν. | |
| τὸ φιλολόγου τοῦ σοφοῦ ζηλώσας Δημοσθένους, | |
| οὐ Σολομῶντος ἀρκεσθεὶς τοῖς σοφωτάτοις λόγοις. | |
| οὐ κορεσθεὶς ταῖς τοῦ Δαυῒδ πνευματοκρότοις φθόγγοις. | |
| οὐ προφητῶν θεσπίσμασι τοῖς πνευματοκινήτοις, | |
| ἀλλὰ σπουδάζων ἐν βραχεῖ πάντων λαβεῖν τὴν γνῶσιν. | |
| ὅπως ἀρχῆθεν γέγονεν ὁ κόσμος καὶ συνέστη. | |
| ὅθεν ὁ κτίστης ἤρξατο τὴν κτίσιν τεχνουργῆσαι. | |
| πῶς ἐξετάνυσε σοφῶς τὸν πόλον ὡσεὶ δέρριν, | |
| καὶ τοὺς μεγάλους ἐν αὐτῷ κατέπηξε φωστῆρας, | |
| τὸ πλάτος ὅπως τῆς γῆς ἐξέτεινε πανσόφως, | |
| ἐκ ταύτης δ’ἂν ἐβλάστησαν βοτάναι τε παντοῖαι. | |
| τροφῆς τῶν πάντων ἔνεκεν, καὶ θεραπείας νόσων, | |
| θάλασσαι πῶς συνέστησαν ἄμετρα σχοῦσαι βάθη, | |
| σύμπαν δὲ γένος ἐν αὐταῖς ἰχθύων καταμένει, | |
| ὅπως τῶν πάντων ἄνακτα, θηρίων ἵππων ὄνων. | |
| δρακόντων ἄρκτων τίγρεων παρδάλεων λεόντων, | |
| οἰκείαις ἔπλασε χερσὶν ἀῤῥήτω τε σοφία, | |
| καὶ τῆς Ἐδὲμ κατατρυφᾷν ἔδωκε τὸ χωρίον, | |
| ἄλλα τε πᾶσαν ἔννοιαν βροτείαν ἐκνικῶντα. | |
| ἐξαίσια πανθαύμαστα τεράστια παντοῖα. | |
| ἔτι σὺν τούτοις γίγαντας ἄνδρας ἀσπιδηφόρους. | |
| εἰς οὐρανὸν τοξεύοντας θεῷ φιλονεικοῦντας, | |
| τὰς πυραμίδας Ἰωσήφ τὸν πύργον τῆς χαλάνης, | |
| Ἑλένης τε τὴν ἁρπαγὴν τῆς καλλισφύρου νύμφης, | |
| τὸν στόλον τὸν ταχύπτερον, τὸν χιλιοναυστόλον, | |
| τὴν ἅλωσιν τὴν σκύλευσιν τῆς τρισμεγίστου Τροίας, | |
| ἣν Ποσειδὼν ἐπόλισεν Ἀπόλλωνι σὺν ἅμα, | |
| ἢν Ἥρα κατηδάφισεν τῆς Ἀθηνᾶς συνούσης, | |
| ἀνδρῶν ἡρώων εὐγενῶν ἁπάντων βασιλείας, | |
| τῶν εὐσεβῶν καὶ δυσεβῶν ἀφρόνων συνετῶν τε, | |
| χρηστῶν κακούργων καὶ σεμνῶν ἀσέμνως βιοσάντων, | |
| τοῦ Κωνσταντίνου Μανασσῆ τὴν βίβλον τὴν ὀλβίαν. | |
| τῆν γλυκυτάτην καὶ τερπνὴν ὑπὲρ κηρὸν καὶ μέλι, | |
| ὑπὲρ σειρήνων τὰς ὠδὰς ὑπὲρ Ὀρφέως λύραν, | |
| ἐμοῖς προτέθεικας χερσὶ προστάσσων μοι τοῦ γράψαι, | |
| πρὸς κόρον πρὸς ἡδύτητα πρὸς χαρμονὴν πρὸς τέρψιν, | |
| ψυχῆς ὁμοῦ καὶ σώματος νοός τε καὶ καρδίας. | |
| ἐγὼ δ’ ὡς ἔθος κτώμενος σοὶ πειθαρχῶν εἰς πάντα, | |
| εἰ δέρας τὸ χρυσόμαλλον προσέταξας κομίσαι. | |
| ἢ μῆλα τὰ θρυλλούμενα χρυσᾶ τῶν Ἑσπερίδων. | |
| ἢ καὶ ψυχὴν ἐμὴν αὐτὴν προέσθαι τῷ θανάτῳ, | |
| ἤδη τὸ προσταττόμενον ταχέως ἐκπληρώσας, | |
| ἀρχῆς ἀπ’ἄκρης ἔγραψα μέχρι καὶ τέλους ταύτης | |
| ἣνπερ λαβὼν ἀνάγνωθι καὶ τῆς ψυχῆς τοῖς σίμβλοις, | |
| ὡς μέλισσα φιλόπονος θησαύριζε τὰ κρείττω. | |
| ψυχοβλαβῆ δὲ σύμπαντα καὶ ῥυπαρὰ καὶ φαῦλα, | |
| ἐκτρέπου πέμπε δίωκε πόῤῥωθεν ὅσον τάχος. | |
| ἡμῖν δὲ πάλιν πρόσταττε συχνάκις ἐκπληρούμενος | |
| ψυχῆς τὰ καταθύμια καὶ πάσας τὰς ὀρέξεις. | |
| ἰδοὺ γὰρ ἐπεθύμησα πάσας τὰς ἐντολάς σου. | |
| ἐμὲ δὲ ζῆσον ὥς φησι Δαυῒδ ὁ προφητάναξ. |
| Title(s) | Τοῦ αὐτοῦ ἱερέως στίχοι πρὸς τὸν προστάξαντα τούτω τὴν βίβλον γράψαι εὐγενέστατον ἄρχοντα κυρ. μανουὴλ τὸν Ὑαλινᾶν |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Person(s) | |
| Metre(s) | Decapentasyllable |
| Subject(s) | |
| Tag(s) | Dedication |
| Bibliography |
Bibliography category to be determined DBBE (last accessed: 2026-08-11). |
| Number of verses | 62 |
| Occurrence(s) |
|
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 492: "Michael Luludes, Ad Manuelem Hyalinam" |
| Permalink | http://dev.dbbe.ugent.be/types/5361 |
Last modified: 2026-01-19.
