Type 5376
(formerly typ/3410)
| Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος· | |
| ὅ δὲ χρόνος δίδωσιν, ἁρπάζει φθόνος· | |
| ἀλλὰ τὸν Ἀλέξανδρον αἰδοῖ τῶν πόνων | |
| τύχη μὲν ἀπέφηνε παντὸς βελτίω, | |
| χρόνος δὲ λαβὼν ὑπερέσχε τοῦ φθόνου. | |
| Αἱ γὰρ ἀγαθαὶ τῶν φιλιστόρων φύσεις | |
| λαθεῖν ἀγεννῶς οὐκ ἐῶσι τὸν μέγαν, | |
| ἐπείπερ αἱ μὲν δεξιοῦνται τοῖς λόγοις, | |
| αἱ δὲ χρόαις γράφουσι τὸν στεφανίτην· | |
| παγκόσμιος γὰρ εὐτυχεῖ τοῦτον πίναξ | |
| τοῖς ἀνδραγαθήμασιν ἐστηλωμένον. | |
| Ἔγωγε μὴν τὸν ἄνδρα καὶ πρὶν θαυμάσας | |
| νῦν μᾶλλον ὑμνῶ τῆς πολυζήλου τύχης. | |
| Ἔτι γὰρ ἡβῶν τῶν γερόντων ἐκράτει, | |
| καὶ χρημάτων ἤσκησεν ὑπεροψίαν, | |
| ἀρχὴν ἑαυτῷ παγγενῆ θησαυρίσας, | |
| καὶ πταιστὸς ὢν ἄπταιστος εὐθὺς εὑρέθη· | |
| καὶ γυμνάσας τὸ σῶμα τοῖς ὑπὲρ φύσιν | |
| μόνος τὸ πᾶν κατέσχεν ἀπτέρῳ τάχει· | |
| αὐτῷ δὲ τῆς γῆς οὐκ ἀποχρώσης ὅλης, | |
| καὶ δευτέραν δήπουθεν ἐζήτει κτίσιν· | |
| κἂν εἶχεν αἰθὴρ δυσμενεῖς ἀπροσμάχους, | |
| ἐκ μηχανῆς ἂν εἷλε κἀκείνους τάχα. | |
| Πλουτεῖ δὲ νυνὶ καὶ τελευτήσας φίλους | |
| οὓς ἂν περιὼν ἦγεν αὐτὸς ἐν φίλοις. | |
| Πατρικιώτης μαρτυρεῖ λέγοντί μοι. | |
| Καὶ τόνδε γὰρ ἔδειξε λαμπρὸν ὁ χρόνος | |
| ἐν τῇ καθ’ αὑτὸν ὀλβιούμενον φύσει· | |
| ὃς ὢν φιλαλέξανδρος ἁπάντων πλέον, | |
| μᾶλλον δὲ φιλότιμος ἐκ τῶν πρακτέων, | |
| μικροῦ μὲν αὐτὸν πανταχοῦ ζῶντα βλέπει, | |
| καὶ τὴν πρὸς ἐχθροὺς δραστικὴν τύχην πνέει, | |
| φανεὶς ἐφ’ ἡμῶν συμφυὴς Ἡφαιστίων. | |
| Γράφειν δὲ καὶ πρὸς μέτρον ὑπήλειψέ με | |
| τὰς τοῦ μοναρχήσαντος ἀνδραγαθίας. | |
| Ἐτίμα γὰρ δὴ καὶ τὰ μέτρα τῶν στίχων | |
| ὁ φιλομουσότατος εὐθὺς ἐκ βρέφους· | |
| πάντως δὲ ναρκᾶν οὐδαμῶς ἦν τὸν φίλον, | |
| τοσοῦδε θεσπίζοντος ἀνδρὸς τὸ γράφειν, | |
| καὶ τὸν πολυθρύλλητον ἐκφράζειν βίον. | |
| Ὃ γὰρ ἐκεῖνος ἔδρα τοὺς παλαιτέρους, | |
| τοῦτ’ αὐτὸς ἀντείληφεν ἐκ τῶν ὑστέρων· | |
| καὶ τοὺς λόγους μάλιστα σεμνύνειν θέλων | |
| ἐν τῇ δυνάμει τῶν λόγων σεμνύνεται· | |
| πλὴν ἀλλὰ νικᾷ πανταχοῦ καὶ τοὺς λόγους. | |
| Καὶ γὰρ τὸ νικᾶν ὥσπερ ἐξ ἔθους ἔχων | |
| ὁ τρισαριστεὺς ἀντιπίπτει τοῖς κρότοις. | |
| Οὐ μὴν σιγῇ τὸν ἄνδρα παρελθεῖν δέον, | |
| ὃς καὶ πρὸς ἐχθροὺς εὐμενὴς ἦν ἔσθ’ ὅτε, | |
| παντὸς μίσους ἄγευστον ἀθρῶν τὸ κράτος. |
Last modified: 2026-01-19.
