Type 5430
(formerly typ/3477)
| Ὥσπερ τὸ πνεῦμα τοῦ Σαοῦλ τὸ συμπνίγον | |
| Δαυὶδ διώκει τῇ βοῇ τῆς κινύρας, | |
| οὕτως γε καὶ νῦν ἡ φάλαγξ τῶν δαιμόνων | |
| τὸ ψαλμικὸν μέλπουσιν ἡμῖν πυκτίον | |
| τῇ σῇ κελεύσει, Χριστέ, πόρρω φευγέτω, | |
| ὅπως δι' αὐτοῦ ὕμνον ἐν μελῳδίαις | |
| σοὶ προσφέρωμεν ὡς θεῷ καθ' ἡμέραν. |
Last modified: 2026-01-19.
