Type 5442
(formerly typ/3493)
| Χρησάμενος, παῖ, τῷ λογικῷ δικτύῳ, | |
| ἐξ Ὀππιανοῦ τοῦ βυθοῦ τῶν χαρίτων | |
| ἄγραν λόγων πάγκαλον ἀνείλκυσά σοι. | |
| Ἐγὼ γάρ, ἵνα μὴ πάθῃς ἀηδίαν, | |
| λαμπρὰν κατεσκεύασα τὴν πανδαισίαν· | |
| ἐκ νουθετημάτων γὰρ ὡς ἀρτυμάτων | |
| ἄνωθεν αὐτὴν κατὰ πάντων σοὶ φέρω. |
Last modified: 2026-01-19.
