Type 5450
(formerly typ/3499)
| Ὀρφεὺς ἀληθὴς τῆς θεοπνεύστου λύρας | |
| ταύτης Δαυίδ πέφυκεν ὁ προφητάναξ, | |
| δι' ἧς τὸ παγκόσμιον ᾆσμα καὶ μέλος | |
| προῇσε λαμπρῶς τὸν Θεανθρώπου λόγον | |
| ὡς γραμματεὺς κάλλιστος, ὡς ὀξυγράφος, | |
| μουσουργὸς ὡς ἄριστος ὡς ὑμνογράφος | |
| ὡς καλλιγράφος διαθήκης τῆς νέας. |
Last modified: 2026-01-19.
