Type 5519
(formerly typ/3576)
| Βρέφος παλαιῶν ἡμερῶν ὁ πρεσβύτης | |
| νῦν Συμεὼν γέγηθεν ἠγκαλισμένος. | |
| Τὸ πῦρ λαβὼν γὰρ λαβίδος τῆς παρθένου | |
| ἄφλεκτός ἐστι, λάμπεται φέγγει λέγων· | |
| «ἰδοὺ τὸ λύτρον ἦλθε τῆς οἰκουμένης, | |
| ἰδοὺ τὸ φῶς ἔλαμψε τοῖς ἐν τῷ σκότει. | |
| Τοῦτο κραταιὸν τῶν κραταιῶν τὸ βρέφος, | |
| καταθλάσει δὲ καὶ πύλας τοῦ θανάτου | |
| καὶ τοὺς ἐν Ἅιδῃ τῶν βρόχων ἐξελκύσει.» |
Last modified: 2026-01-19.
