Type 6014
(formerly typ/4004)
| Ὁρῶν, θεατά, βίβλον ηὐτελισμένην | |
| μὴ παραδράμης τῶν γεγραμμένων λόγους, | |
| ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχειν θέλεις | |
| βίβλοις τὰ πολλὰ καὶ δαπανᾶν τὸν χρόνον, | |
| κενὸν τιθεὶς σπούδασμα πάντα τὸν βίον· | |
| ποθεῖς δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον | |
| ἠθῶν, ἔργων, λόγων τε καὶ θεωρίας, | |
| κόλπους ἐρευνῶν τοὺς ἐμοὺς πόθου τύχης. | |
| πηγὴ γάρ εἰμι παγκάλων σοφῶν λόγων, | |
| οἷς ἄρδεται νοῦς καὶ ποτίζονται φρένες, | |
| καὶ κόσμον ἤθη τὸν πρέποντα λαμβάνει. | |
| πάσας γὰρ ἔνδον τὰς ἐπιστήμας φέρω | |
| κατὰ τρόπον πρέποντα συντεταγμένας, | |
| κάτωθεν ἄνω τεχνικῶς ἀνηγμένας | |
| νοῦν γῆθεν ἀνυψούσας εἰς πόλου πλάτη. | |
| ἔχω γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγων, | |
| τὴν ῥητορικὴν ἐν βραχεῖ συνηγμένην, | |
| γλῶσσαν παροτρύνουσαν ἀτρέστως λέγειν | |
| πυρὸς μένος πνείουσαν, ὥς που τις ἔφη, | |
| θέμεθλον ὥσπερ ἀκλόνητον τῶν λόγων. | |
| στερρὰς στάσεις φέρουσαν ἡδραιωμένας· | |
| μακρὰς τὰς εὑρέσεις τε καὶ πολυτρόπους, | |
| μεθ’ ὧν χορείαν ἰδεῶν καλλιφράδων. | |
| ἔτι τε δεινοτάτην τεχνικωτάτην. | |
| ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος, | |
| ἢ συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη, | |
| ἀντιθέσεις τε καὶ στροφὰς τὰς ἐν λόγοις | |
| δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν | |
| δεινῶς ἀνατρέπουσα λίαν ἐντέχνως, | |
| νόθους ἀποπτύουσα, τοὺς δ’ αὖ γνησίους | |
| ποθοῦσα καὶ στέργουσα καὶ κολπουμένη. | |
| κανὼν ἀκριβῶς τοῦ σοφοῦ τεχνογράφου, | |
| λίθος δοκιμάζουσα Λυδία λόγους, | |
| αὔχημα τερπνὸν τῶν Σταγειρίτου βίβλων, | |
| βοὴ καταπλήττουσα τοὺς ἐναντίους. | |
| φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις, | |
| χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις. | |
| ἄθρει, θεατά, καὶ φυσικῶν τοὺς λόγους, | |
| ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων, | |
| τῆς πανσθενουργοῦ καὶ σοφῆς πανταιτίας, | |
| καὶ μέχρι γῆς πυρός τε καὶ τῶν ἐν μέσῳ | |
| ἱκνουμένους νεύματι τοῦ παντεργάτου, | |
| πέρατα καὶ σχήματα καὶ διαστάσεις, | |
| ὅρους, ἀριθμοὺς, ἰδέας διαφόρους, | |
| ῥυθμοὺς, κινήσεις, ἠρεμίας καὶ στάσεις, | |
| ποιά, ποσά, χρώματά τε ποικίλα, | |
| διδόντας αὐτοῖς ποικιλοτρόπως ἄγαν | |
| καὶ τὴν ἀκαλλῆ τρύγα τῶν ὄντων τέως, | |
| εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως | |
| ζώων φυτῶν τε καὶ βοτανῶν καὶ λίθων, | |
| βροτῶν ὑπερβαίνοντα γνῶσιν καὶ λόγον· | |
| φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας | |
| τῆς παραγωγοῦ τῶν ἁπάντων αἰτίας. | |
| μὴ δὴ παρέλθῃς καὶ φύσιν τὴν ἰδίαν, | |
| ἄνθρωπε, μαθεῖν αὖθις ἐκ τῶν κειμένων. | |
| ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις, | |
| πρόκυψον, ἰδού· τὰ γεγραμμένα σκόπει· | |
| περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου | |
| καὶ πηλίνου σώματός εἰσιν οἱ λόγοι, | |
| ἄμφω δὲ πράξεις, ἔργα, δυνάμεις, πάθη | |
| ἴδια καὶ κοινά τε καὶ κατὰ μέρος | |
| ἄριστα δεικνύοντες ἐντέχνως λίαν· | |
| καὶ δοξάσεις μάλιστα τὸν κοσμεργάτην, | |
| ἄρρητον ἰδὼν δημιουργίας τρόπον | |
| καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεχνίας | |
| εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης. | |
| οἶμαί σε καὶ γὰρ αὐτόπτως τεθηπότα | |
| Δαυὶδ τὰ ῥητὰ κατὰ νοῦν ἀεὶ στρέφειν. | |
| ἑξῆς δὲ τούτων ἡ τετρὰς μαθημάτων | |
| δίκην κλίμακος ἐν μέσῳ πως κειμένη | |
| τῶν φυσικῶν ὁμοῦ τε καὶ νοουμένων | |
| θαυμασίως ἄγει σε καὶ κατὰ λόγον | |
| ἐκ τῶν ὑλικῶν εἰς ἄυλον οὐσίαν. | |
| ὥς πού τις ἐφθέγξατο τῶν σοφῶν πάλαι. | |
| ἄνελθε λοιπὸν καὶ ταπεινὰ μὴ φρόνει, | |
| κτίσματα λιπὼν καὶ λόγους τούτων κάτω, | |
| τὸν νοῦν τὸν οὐράνιον ἐξάρας ἄνω, | |
| ζητοῦντα καλῶς τοὺς ψυχοτρόφους λόγους | |
| τῆς ὑψοποιοῦ πρακτικῆς καὶ δογμάτων, | |
| ἐξ ἧς μὲν ἠθῶν καὶ λόγων καὶ πρακτέων | |
| χάριν ἀπαντλήσειας ἀφθονωτάτην, | |
| τέθριππον εὑρὼν ἀρετῶν ὑπερτάτων, | |
| ἅρμα φαεινὸν, σεμνὸν, οὐρανοδρόμον, | |
| ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη, | |
| κατάγων αὐτοὺς μέχρις ᾅδου πυθμένος, | |
| πιστοὺς δ’ ἀνάγων τῶν ὁρωμένων ἄνω· | |
| ἐν ᾧ καθήσας καὶ κρατήσας ἡνίας, | |
| ὡς πρὶν Ἡλίας Θεσβίτης ὁ πυρίπνους | |
| κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρῳ τάχει | |
| πόλου τὰ λαμπρὰ καταλάβης χωρία, | |
| ἔνθα κατιδὼν ἀγαθῶν εὐδενδρίαν | |
| κήπου νοητοῦ, τοῦ παραδείσου λέγω, | |
| καρποὺς ἀρίστους καὶ τρυγήσεις καὶ φάγης | |
| καὶ τὸν φυτουργὸν εὐλογήσεις δεσπότην· | |
| ἀφ’ ὧν δ’ ἀμυδρὰς εἰκόνας τε καὶ τύπους | |
| ὡς ἐν κατόπτρῳ τῆς διανοίας βίβλῳ | |
| λάβῃς ἀληθεῖς τῆς θεοῦ φαντασίας | |
| ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγων. | |
| εἰ δ’ οὖν πόνον σώματος ἀργείαν ἄγεις | |
| καὶ τὴν λύχνον αἴσθησιν ἄγχεις ἐμφρόνως, | |
| ἔνθεν κἀκεῖθεν ἀλόγως στροβουμένην, | |
| ἄγαν ἀκρατῶς ἐμμανῶς οἰστρουμένην, | |
| καταχαλῶσαν καὶ κατασπῶσαν κάτω | |
| οὐράνιον νῦν αἰθεροδρόμον φύσιν | |
| τῆς δ’ αὖ γε φαντασίας ὄγκους καὶ τύπους, | |
| χρώματα πάντα καὶ πάσας διαστάσεις | |
| στερρῶς καθείρξεις κατὰ χώραν ἐμμένειν. | |
| τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου καὶ τύπου, | |
| καθαρόν, ἀσύγχυτον, ἁπλοῦν καὶ μόνον | |
| εἰς ὕψος ἀρης τοῦ θεοῦ θεωρίας. | |
| πάντως μυηθείς, ὡς ἐφικτόν σοι, φίλος, | |
| ἐν ἡσύχῳ σοῦ τοῦ νοὸς καταστάσει. | |
| ἄρρητα μυστήρια τῶν ἀποκρύφων. | |
| τῆς προσκυνητῆς πανσθενουργοῦ τριάδος | |
| τὰ δ’ εἰσὶ ταῦτα, καὶ σκόπει μετὰ δέους | |
| ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων, | |
| ὂν αὐτάγαθον, αὐτόφως, αὐτουσίαν, | |
| ἄναρχον ἀρχήν, αὐθέδραστον αἰτίαν, | |
| ζωὴν προαιώνιον ἀειζωίαν, | |
| δύναμιν ἀκάματον, ἄτρυτον κράτος, | |
| ἀπειρίαν ἄπειρον, αὐταπειρίαν, | |
| νοῦν δημιουργόν, τεχνίτην παντεργάτην, | |
| σοφίαν ἀνείκαστον, αὐτογνωσίαν, | |
| πέρας ἀπειρότατον ἐξ ἀπειρίας, | |
| αἴγλην μίαν τρίφωτον ἀπείρου φάους, | |
| φῶς τρίτον ἁπλοῦν τῆς μιᾶς θεαρχίας, | |
| ἕνωσιν ἀσύγχυτον ἀφράστῳ τρόπῳ, | |
| διαίρεσιν ἄτμητον ἀῤῥήτῳ λόγῳ, | |
| ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα, | |
| τριῶν ἀπείρων ἄπλετον συμφυΐαν, | |
| πατήρ, λόγος καὶ πνεῦμα, ταῦτα τὰ τρία, | |
| ἐν τρισὶ μία φύσις, ἓν δὲ τὰ τρία· | |
| ὧ δόξα, τιμὴ καὶ κράτος πρέπει μόνῳ. | |
| ἀεί τε καὶ νῦν καὶ τὸν ἅπαντα χρόνον. | |
| τούτοις ἰθύνων σαυτὸν οὐχ ἕξεις ψόγον, | |
| κλεινὸς τρόποις ἔσῃ δὲ καὶ σοφὸς λόγοις, | |
| εἰδὼς ἀκριβῶς τοὺς λόγους τῶν κτισμάτων, | |
| ἔτι τε τὸν κτίσαντα ταῦτα δεσπότην. | |
| μέμνησο δ’ ὦ τὰν Ἰωσὴφ Ῥακενδύτου, | |
| μετὰ πόνου πλείστου με συντεταχότος. |
| Title(s) | Στίχοι ἰαμβικοὶ περιέχοντες ἐν ἐπιτομῇ τὴν ἅπασαν ὑπόθεσιν καὶ δύναμιν τῶν ἐγκειμένων τῇδε τῇ βίβλῳ εὐσυνάπτων μαθημάτων |
| Text source | M. Treu 1899, Der Philosoph Joseph, Byzantinische Zeitschrift, 8, 1-64: 39-42 |
| Text status | Text completely known |
| Editorial status | Critical text |
| Genre(s) | Text-related epigram |
| Person(s) | |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | Ioseph (13th-14th c.) - PLP: IV.9078 (monotropos, rhakendytes) |
| Tag(s) | |
| Critical Notes | 73 ἄυλον ] ἄϋλον conj. |
| Translation(s) |
I am the source of all beautiful and wise words, by which the mind is moistened and the brains are sprinkled and manners take the appropriate order. For I hold within all knowledge, appropriately arranged. (translation of vv. 9-13) |
| Comment | Text from Treu's edition. |
| Bibliography | |
| Number of verses | 140 |
| Occurrence(s) |
|
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 548: "Ioseph Rhacendytes, In librum suum (synopsis philosophiae)" |
| Permalink | http://dev.dbbe.ugent.be/types/6014 |
Last modified: 2026-01-19.
