Type 6114
(formerly typ/4099)
| Ὃς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου | |
| τὸν νοῦν σχολάσας κοσμικῶν ἐκ φροντίδων | |
| πρόσχες πρεπόντως ἐκ πονηθεῖσι λόγοις | |
| πατρὶ τιμίῳ Συμεῶνι τῷ πάνυ | |
| μονῆς προεδρεύσαντι τῆς ξηροκέρκου | |
| οὓς τρεῖς ἐπιγνοὺς καὶ τριάκοντα, μέτρου | |
| ἀναλόγισαι τοὺς τοσαρίθμους χρόνους | |
| οὕσπερ διῆξε καταγῆν ὁ δεσπότης | |
| βίους καθ' ἡμᾶς ὡς βροτὸς σαρκενδύτης | |
| καὶ τοῦτο βαλὼν κατὰ νοῦν, σπεῦσον τάχος | |
| συνεκμετρῆσαι τοῖς χρόνοις τοῦ δεσπότου | |
| πνευματικὴν αὔξησιν ἣν δέλτος φέρει | |
| ἐξ ἰσαρίθμων τοῦ πατρὸς σοφῶν λόγων | |
| ἂν γὰρ ἀναγνῶς καὶ διαγνῶς τοὺς λόγους | |
| γνῶσιν ἐπιγνώσειας ἐν θέου βίου | |
| Χριστῷ δὲ συζήσειας αὔξων εἰς τόσον | |
| ὡς οὐδὲ φοῖνιξ ψυχικὴν ἡλικίαν | |
| ἄχρις μέτρον φθάσειας ἂν ἡλικίας | |
| ἀνὴρ καταστὰς ἐντελὴς τῷ δεσπότη | |
| οὕτω δὲ Χριστῷ συμβιώσας ἐκθύμως | |
| καὶ πνευματικῶς συνενωθεὶς ὡς θέμις | |
| αὐτῶ συναρθῆς γῆθεν ἀνυψουμένῳ | |
| τόπον τὲ φθάσεις οὗπερ ὁ Χριστὸς μένει | |
| ἕλκει γὰρ εἰς ἅγια πάντας ἁγίων | |
| ἰχνηλατεῖν θέλοντας αὐτοῦ τὰς τρίβους | |
| ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσέδυ | |
| ὥσπερ μεσίτης ἀρχιτύτης ὡς μέγας | |
| οὔκουν γὰρ εἰσέλθη τίς εἰς τὸν πατέρα | |
| εἰ μὴ δι' αὐτοῦ ῥῆσις αὕτη Κυρίου | |
| φησί δε πάλιν οὗτος ὡς θέλω πάτερ | |
| οὕς μοι δέδωκας ἵνα ὅπου κἀγὼ μένω | |
| ἐμοὶ συνῶσι καὶ τρανῶς βλέπωσι μου | |
| τὴν δόξαν ἣν δέδωκας αὐτός μοι πᾶσαν. |
| Editorial status | Not a critical text |
| Genre(s) | Author-related epigram |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | Symeon the Theologian (949-1022) - PMBZ: 29643: "Personenkennziffer: 27488" |
| Bibliography |
Bibliography category to be determined B. Krivochéine, J. Paramelle, 1963, Syméon le nouveau théologien. Catéchèses 1-5, Paris: 79-80 |
| Number of verses | 33 |
| Occurrence(s) |
|
| Identification | Vassis ICB 2005, 549: "In Symeonis Novi Theologi catecheses" |
| Permalink | http://dev.dbbe.ugent.be/types/6114 |
Last modified: 2026-01-19.
