Type 6991
(formerly typ/4904)
| Μῦθος παλαιὸς ὡς Ἄτλας νώτοις φέρει | |
| τὸν οὐρανόν, κάτωθεν ἐκ γῆς ἀνέχων, | |
| σὺ γοῦν ἀκούων, γνῶθι τοῦτ' ἀληγόρως. | |
| Ὅρος γὰρ Ἄτλας, Λιβύης ἐν ἐσχάτοις, | |
| οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην, | |
| εἶναι δοκοῦσιν οὐρανοῖς συνημμένην. | |
| Ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία, | |
| Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν. |
Last modified: 2026-01-19.
