Type 7132
(formerly typ/5019)
| Ὀππιανὸς ὁ ποιητὴς Κίλιξ μὲν ἦν τὸ γένος | |
| ἐκ λαμπροτάτης πόλεως Ναζάρβου καλουμένης, | |
| τρισευδαιμόνων γεγονὼς περιφανῶν γονέων, | |
| Ἀγησιλάου μὲν πατρὸς μητρὸς δὲ Ζηνοδότης, | |
| σοφίας ὄντος τοῦ πατρὸς ἔμπλεω καὶ παιδείας | |
| τῆς μείζονος καὶ μάλιστα καὶ τῆς ὑψηλοτέρας. | |
| ἤκμαζε δ’ οὖν ἐν τοῖς καιροῖς τοῦ κράτορος Σεβήρου, | |
| Σεβήρου τοῦ γεννήσαντος τὸν Μάρκον Ἀντωνῖνον. | |
| οὗπερ ἐπιδημήσαντος τοῖς τῶν Κιλίκων ὅροις | |
| —ἔθος γὰρ ἦν ἐπικρατοῦν τότε τοὺς μοναρχοῦντας, | |
| ἁπάσας περιέρχεσθαι τὰς ὑπ’ αὐτοὺς συχνάκις, | |
| ἵν’ ἀνορθοῖντο παρ’ αὐτῶν, ἂν ὑποσκάζωσί τι—, | |
| καὶ συρρυέντος εἰς ταὐτὸ γένους παντὸς Κιλίκων | |
| πρὸς τὴν ἐκείνου προπομπήν, καὶ πάντων ὑπαντώντων, | |
| ὁ μέγας Ἀγησίλαος ἐλέλειπτο καὶ μόνος· | |
| βίβλοις καὶ γὰρ ἐσχόλαζε νύκτωρ καὶ μεθ’ ἡμέραν | |
| θηρώμενος τὰ κάλλιστα πάντων τῶν μαθημάτων, | |
| καὶ σκυλακεύων τὸν υἱὸν ἐς τὰς ὁμοίας θήρας. | |
| θυμοῦται τοίνυν ὁ κρατῶν, μετάπεμπτον ποιεῖται | |
| τὸν τῆς σοφίας ἐραστήν—ὕβριν καὶ γὰρ ἡγεῖτο | |
| τὸ μὴ καὶ τοῦτον προπομπὸν ἐκείνου καθεστάναι—, | |
| καὶ τίθησιν ἐξόριστον εἰς τὴν Μελίτην νῆσον, | |
| ἣν ἀμφικλύζει πέλαγος εὐρυχανδὲς Ἀδρίου. | |
| ἔνθα συνὼν Ὀππιανὸς αὐτῷ τριακοντούτης | |
| τὴν τῶν ἰχθύων ἔγραψεν ἄγραν τὴν ἐναλίαν, | |
| τὴν τῶν θηρίων μετ’ αὐτήν, εἶτα τὴν τῶν ὀρνέων | |
| σὺν ἄλλοις πλείοσι, λεπταῖς καὶ βραχυτμήτοις βίβλοις, | |
| ὧνπερ κατεκαυχήσατο χρόνος ὁ πανδαμάτωρ, | |
| τούτων τῶν δύο τέλεον φεισάμενος καὶ μόνων | |
| τῶν εἰς τὰ κυνηγέσια καὶ πρὸς τὴν ἐναλίαν. | |
| ἐπεὶ δ’ εἰς Ῥώμην ἀναχθείς, τὴν πρεσβυτέραν Ῥώμην, | |
| τῷ βασιλεῖ συνήντετο Ῥωμαίων Ἀντωνίνῳ | |
| —ὁ γὰρ Σεβῆρος ᾤχετο γῆθεν λιπὼν τὸν βίον—, | |
| καὶ βίβλους ἐνεχείρισεν αὐτῷ τὰς πονηθείσας, | |
| τοσαύτην τὴν ἀγάπησιν ἔσχε πρὸς βασιλέως, | |
| ὡς κελευσθῆναι ζήτησιν τὴν πρὸς θυμῶν ἐκφῆναι, | |
| ὁ δὲ ζητεῖ τὴν τοῦ πατρὸς καταγωγὴν ἐκ νήσου, | |
| κατευστοχεῖ τοῦ θελητοῦ, λαμβάνει τὸν γενέτην, | |
| ἀπαριθμεῖται καὶ χρυσὸς αὐτῷ πρὸς βασιλέως, | |
| ἑνὸς στατῆρος ὤνιον ἕνα τιθέντος στίχον. | |
| καὶ ταῦτα μὲν ἐνταῦθά μοι στήτω τοῦ πρόσω δρόμου· | |
| τὰ γὰρ πολλὰ παρίημι μῆκος ἐκφεύγων λόγου, | |
| ὅτι τεθναίη σὺν πατρὶ στραφεὶς ἐν τῇ Ναζάρβῳ, | |
| λοιμώδους νόσου καὶ φθορᾶς τὴν πόλιν βοσκηθείσης, | |
| ὅτι θανόντος ἄγαλμα πολυτελὲς ὁ δῆμος | |
| ἔστησαν ἐπιγράψαντες ἔπαινον ἐλεγείοις, | |
| ὅτι τυγχάνει προσφυῶς πᾶνυ τοι γνωματεύων, | |
| τὰ πράγματα δ’ ὑπόψια δείκνυσι παραβάλλων, | |
| καὶ τελευταῖον ὡς πολὺ τὸ λεῖον ἐν τοῖς λόγοις, | |
| ὃ τοῦ σαφοῦς σκευαστικὸν οἷά περ ἄνθος ἔχει, | |
| ἠδ’ οἶδε τὴν πυκνότητα τὴν τῶν ἐνθυμημάτων, | |
| ὃ δυσχερὲς τοῖς ῥήτορσι καὶ παντελῶς ἐργῶδες. |
| Title(s) | Κωνσταντίνου τοῦ Μανασσῆ γένος Ὀππιανοῦ διὰ στίχων πολιτικῶν ἐμμέτρων. |
| Text source | A. Colonna 1964, De Oppiani vita antiquissima, Bollettino del Comitato per la preparazione della edizione nazionale dei classici greci e latini, 12, 32-40: 38-39 |
| Editorial status | Critical text |
| Genre(s) | Author-related epigram |
| Person(s) | |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | Pseudo-Oppian of Apameia < Syria (3rd c.) |
| Tag(s) | |
| Bibliography | |
| Number of verses | 52 |
| Occurrence(s) |
[26586] Ὀππιανὸς ὁ ποιητὴς κίλιξ μὲν ἦν τὸ γένος
[1151-1200]
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 479 (coll. 881) [1001-1025] (f. 66v-68v) (8 verses) |
| Identification | Vassis ICB 2005, 540: "Const. Manasses, Vita Oppiani" |
| Permalink | http://dev.dbbe.ugent.be/types/7132 |
Last modified: 2026-01-19.
