| στίχοι ἡρωϊκοὶ εἰς τὸ ψαλτήριον | |
| δέρκεο πᾶς σοφίης πολυήρατον ὄλβον ἐχούσης | |
| βένθος ἐς ἄντα ἰδὼν ἐρικυδέος οἴμης κεδνῆς | |
| δα(υὶ)δ γὰρ μελίγηρυν ἔχειτ᾽ ἐροέσσαν ἀοιδὴν | |
| θελξίνοον πραπίδεσιν ἴδʹ οὔασι δώτορ’ ἐάων | |
| οὐδὲ γὰρ ἕν τι κέκευθεν ὀνήσιμον ἔνδοθι μοῦνον | |
| ἀλλὰ νύτʹ αἰολόμητιν ἀνοίγνυσι κάρτατον οἶμον | |
| πρῶτα γὰρ ἱστορίη πινυτὸν νόον ἔργμασι φαίνει | |
| ἤν ἐθέλης πολύιδριν ἔχειν νόον ἱστοριάων | |
| αὐτὰρ ἔπειτʹ ὀφέλει ἐνὶ ἤθεσι πᾶσιν ἐρωήν | |
| ἴσκει πάντα ἐόντα τάτʹ ἐσσόμενα πρό τʹ ἐόντα | |
| τόσσον ἄρʹ ἔπλετʹ ὄνειαρ ἐνὶ βροτέηισι γενέθληις | |
| ἀλλὰ κύδιστε μέγιστε μεγασθενὲς ἄφθιτε σῶτερ | |
| αὐτὸς ἄρʹ ἡγεμόνευε τεῶι θεράποντί γε μάρκωι | |
| ἀτρεκέος βιότοιο κατὰ στίβον ὡς ἀγορεύει | |
| πυκτίδος εὐφραδέως ἱερὸν μέλος ἐκ σέθεν αἴγλης | |
| δαυίδου πινυτῆ τι θεηγορίηισιν ἀρίστου | |
| αὐτὰρ δʹ ἀμφιέποντα δίδου περικαλλέα δῶρα | |
| οὐ(ρα)νὸν ἀστερόεντα καὶ ὄλβιον ἄμβροτον αὖθις | |
| χῶρον ἀριπρεπέα ξυνὸν οἷς ἐσάωσας ἐόντα:‒ |
Last modified: 2021-04-12.
