| τὸ μὲν δὴ οὖν ψαλμὸς δα(βὶ)δ γενικῶς εἰρημένον˙ | |
| ἐν ἄλλοις δὲ ψαλμὸς δα(βὶ)δ δοτικῶς λελεγμένον˙ | |
| ἔχει τινὰ διαστολὴν ἣν ἐφερμηνευτέον˙ | |
| ὅπου μὲν γὰρ ψαλμὸς δα(βὶ)δ γενικῶς προεγράφη, | |
| αὐτὸς ἐκεῖνος ὁ δα(βὶ)δ συγγραφεὺς παρεισῆκται. | |
| ὅπου δὲ κεῖται δοτικῶς ἄλλος μὲν ὁ συγγράψας˙ | |
| ἀνήνεκται δὲ τῷ δα(βὶ)δ ὥσπερ ἀνάθημά τι:– | |
| Πρὸς τούτοις μάθε τι δηλοῖ ἡ τῶν διαψαλμάτων f. 1v | |
| φωνὴ κειμένη τῶν ψαλμῶν ἐνίως καὶ πολλάκις˙ | |
| ἔστι δὲ τὸ διάψαλμα μεταβολή τις μέλους˙ | |
| ἐν γὰρ ὀργάνοις μουσικοῖς τῶν ψαλμῶν λεγομένων | |
| πολλάκις μεταβάλλονται εἰς ῥυθμοὺς διαφόρους˙ | |
| ὡς ἐν χορδῆ ὡς ἐν φωνῆ τῶν μελῶν αἱ συνθέσεις. | |
| ἢ νοῆσον διάψαλμα μεταβολὴν προσώπου˙ | |
| μελωδουμένου γὰρ ψαλμοῦ πρός τινος χοροψάλτου, | |
| ἕτερος ὑπεδέχετο τούτου τὴν ἁρμονίαν. f. 2r | |
| ἢ διάψαλμʹ ὠνόμασται τὸ διάλειμμα τάχα; | |
| γρηγόριος δʹ ὁ νυσαεὺς ἄλλην αἰτίαν λέγει˙ | |
| ὡς ἄνωθεν τοῦ πν(εύματο)ς ἀεὶ χορηγουμένου | |
| τοῖς τοὺς ψαλμοὺς συγγράψασι πρὸς δὲ καῖ μελωδοῦσι | |
| ἐγίνετό τις ἔλλαμψις κρείττων καὶ θειοτέρα, | |
| πρὸς ἣν ὁ μύστης ἵστατο ὥσπερ ἐκπεπληγμένος˙ | |
| ταύτην τοίνυν τὴν μεταξὺ τῶν μεμουσουργημένων | |
| ἢ τομὴν ἢ διάλειμμα ἢ μέλους ἡσυχίαν f. 2v | |
| ὁ λόγος κατωνόμασε διάψαλμα πανσόφως. | |
| οἱ [..]ὲ σὲλ ἐπιγράφουσιν ἀντὶ διαψαλμάτων˙ | |
| ἑβραϊκὴ δʹ ἡ συλλαβὴ. Δηλοῖ δʹ ἀειλογίαν˙ | |
| δηλοῖ δὲ τὰς τοῦ πνεύματος ἀειρρύτους ἐλλάμψεις˙ | |
| κἂν γὰρ μικρὸν ἐπέπαυτο τῷ ψαλμωδῷ τὸ μέλος, | |
| ἀλλʹ ἡ πν(ευματι)κὴ φθογγὴ ἦν ἀεὶ φωνουμένη. |
| Type(s) | [5640] Τὸ μὲν δὴ οὖν ψαλμὸς Δαβὶδ γενικῶς εἰρημένον (30 verses) |
| Text source | T. Gaisford, 1812, Catalogus sive notitia manusciptorum qui a cel. E.D. Clarke compariti in Bibliotheca Bodleiana adversantur (vol. 1), Oxford: 57-58 |
| Text status | Text completely known |
| Date | 1078 |
| Manuscript | OXFORD - Bodleian Library - Clarke 15 [1078] |
| Place in Manuscript | f. 1r-2v |
| Metre(s) | Decapentasyllable |
| Genre(s) | Text-related epigram |
| Subject(s) | |
| Comment | = Michael Psellos, Poem 1, vv. 262-291. |
| Bibliography | |
| Number of verses | 30 |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/16927 |
Last modified: 2021-04-12.
