| Ἴαμβος | |
| τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις· | |
| Ϊωάννην δή φημι τὸ χρυσοῦν στόμα· | |
| τὸν ὡς ἀληθῶς εὐγενῆ χρυσόστομον· | |
| τὸν πνεύματος δοχεῖον ὄντα κυρίου· | |
| ἐν ὧ τέθεικεν ὡς θεὸς καὶ δεσπότης· | |
| θησαυροπλουτόχρηστον ἐσθλοφωνίαν· | |
| καὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν· | |
| καὶ χρυσομαργάροπτον ἀστροφεγγίαν· | |
| Ϊωάννην τὸν ὄντα κυρίου μέγα· | |
| οἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον· | |
| ἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι· | |
| τὸ τρισσολαμπὲς καὶ μονάρχιον κράτος· | |
| ὅλον κατήστραψεν τε καὶ κατηύγασεν· | |
| Ϊωάννην τὸν ὄντα τοῖς θείοις λόγοις· | |
| ἑωσφόρου φαίνοντος ἄστρου βελτίω· | |
| τοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις· | |
| ἐν οὐρανῶ λάμποντος ἡλίου πλέον· | |
| καὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων· | |
| οὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας· | |
| νυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος· | |
| νέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως· | |
| τὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ϊωάννου στόμα· | |
| νυκτὸς διώκει τῆς πλάνης παρουσίαν· | |
| καὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν· | |
| ἄπασι πιστοῖς εἰσάγει θεοφρόνως· | |
| Τοῦτον ποθήσας ἀτρεκεστάτωι πόθωι· | |
| ὀ Λαοδικεὺς τοὔνομα Σισίννιος· | |
| ὁ χρυσὸς ὄντως τῶι βίωι καὶ τῶι τρόπωι· | |
| ἀρχϊεράρχης καὶ σοφὸς θυηπόλος· | |
| Σισίννιον δή φημι τὸν θεοῦ φίλον· | |
| χριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον· | |
| καὶ τοῦ θεαυγοῦς πνεύματος κειμήλιον· | |
| τὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον· | |
| καὶ γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι· | |
| θεοῦ τέθειται τῶι νεῶι τοῦ προσμένειν· | |
| ὑπηρετεῖν τε καὶ διευθετεῖν ἅμα· | |
| [1v] ἔπειτα δ᾽ ὤφθη καὶ προφήτης κυρίου· | |
| κριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης· | |
| οὕτως πέφυκεν οὗτος ἐν τῆι συγκρίσει· | |
| πάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων· | |
| εἰς εὐλάβειαν καὶ βίον βίου δίχα· | |
| ὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία· | |
| ὁρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος· | |
| σκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων· | |
| ῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας· | |
| καὶ δεσπότην τίθησι Λαοδικέων· | |
| οἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία· | |
| νέμειν δικαίως πᾶσι τὰ πρὸς ἀξίαν· | |
| Σισίννιον λέγοιμι τὸν φαεσφόρον· | |
| σοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον· | |
| καὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην· | |
| τοῦ παντάνακτοσ καὶ θεοῦ καὶ δεσπότου· | |
| Σισίννιον φράζοιμι τὸ κλεινὸν κλέος· | |
| φοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος· | |
| ὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων· | |
| ὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν· | |
| ἅπαντας εὐφραίνοντα τῶι συνειδότι· | |
| ὃσ τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι· | |
| τὴν τῶι προφήτηι Δαυὶδ ἐκλελεγμένην· | |
| καρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου· | |
| ῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους· | |
| ἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους· | |
| Οὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος· | |
| τῶν ποιμένων τὸ κάλλος ἱεραρχίας· | |
| ὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα· | |
| κατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων· | |
| ἐν συγκρίσει [δ]ὲ χρυσέων χρυσοῦς λόγους· | |
| ἀριθμὸν εὗρεν ἑξήκοντα καὶ δύο· | |
| τεύξας δὲ τήνδε τὴν βίβλον πολλῶι πόθωι· | |
| πίστει τε λαμπρᾶι καὶ φερεσβιωτάτηι· | |
| τέθεικε τούτους ἐν γραφῆι πολυστίχωι· | |
| εἰς ὠφέλειαν Χριστιανῶν τοῦ γένους· | |
| [2r] ἀντλοῦντες ὡς ἂν ἐκ ποταμῶν χρυσίον· | |
| τῶν χρυσορείθρων ἐκ νοὸς χρυσορρόαι· | |
| κάλλη τὰ τερπνὰ τῶν ἀληθῶν δογμάτων· | |
| πλουτῶσιν ἀεὶ τῶν θεοπνεύστων λόγων· | |
| ἄνθη γέμοντα καρπὸν εὐλογημένον· | |
| ζωὴν διδόντα τὴν ἔχουσαν μὴ τέλος· | |
| Ἀλλ᾽ ὃς προκύπτει τῆιδε τῆι βίβλωι φίλοι· | |
| ἀντλεῖν τὰ θεῖα τῶν νοημάτων βάθη· | |
| πλούτου νοητοῦ μηδαμῶς κενουμένου· | |
| τῆς ὠφελείας καὶ πόνου μισθῶν ὕπερ· | |
| ἀνδρὸς δικαίου τοῦ πόθωι κεκτημένου· | |
| ποίησον εὐχὴν ἐκτενῆ καὶ πλουσίαν· | |
| καὶ σὺν πόθω βόησον εὐσεβοφρόνως· | |
| Ὦ Χριστὲ φωτὸς καὶ θεοῦ πατρὸς λόγε· | |
| ὁ τὴν βροτείαν οὑσίαν ῥύπου δίχα· | |
| τῆι σῆι συνάψας πανσόφως ὐποστάσει· | |
| τῆι τοῦ πανόλβου πνεύματος παρουσίαι· | |
| τῶι τήνδε βίβλον ἐν πόθῶι τετευχότι· | |
| δίδου τὰ τερπνὰ τῶν ἄνω χαρισμάτων· | |
| πλοῦτόν τε θεῖον τοῦ γεώδους βελτίω· | |
| μισθὸν δὲ μισθοῦ παντὸς ἀξιώτερον· | |
| ὑπὲρ πόνων τε καὶ κόπων Σισιννίωι· | |
| τῶι τὸν θρόνον κρατοῦντι Λαοδικέων· | |
| ἀνδρὶ προσηνεῖ καὶ σεβασμιωτάτωι· | |
| καὶ πᾶσαν ἄλλην ἀρετὴν κεκτημένωι· | |
| σὺν τῆι ταπεινότητι τῆι μεγιστάτηι· | |
| καὶ σῶι πέλοντι γνησιωτάτωι λάτρι· | |
| λιταῖσ ἀχράντοις τῆς θεητόκου κόρης· | |
| τῆς παντανάσσης καὶ πανάγνου παρθένου· | |
| καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως. |
Last modified: 2021-02-04.
