Type 2229
(formerly typ/282)
| τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις | |
| Ϊωάννην δή φημι τὸ χρυσοῦν στόμα | |
| τὸν ὡς ἀληθῶς εὐγενῆ χρυσοστόμον | |
| τὸν πνεύματος δοχεῖον ὄντα κυρίου | |
| ἐν ὧ τέθεικεν ὡσ θεὸς καὶ δεσπότης | |
| θησαυροπλουτόχρηστον ἐσθλοφωνίαν | |
| καὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν | |
| καὶ χρυσομαργάροπτον ἀστροφεγγίαν | |
| Ἰωάννην τὸν ὄντα κυρίου μέγα | |
| οἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον | |
| ἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι | |
| τὸ τρισσολαμπὲσ καὶ μονάρχιον κράτος | |
| ὅλον κατήστραψεν τε καὶ κατηύγασεν | |
| Ἰωάννην τὸν ὄντα τοῖς θείοις λόγοις | |
| ἑωσφόρου φαίνοντος ἄστρου βελτίῳ | |
| τοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις | |
| ἐν οὐρανῶ λάμποντος ἡλίου πλέον | |
| καὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων | |
| οὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας | |
| νυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος | |
| νέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως | |
| τὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ἰωάννου στόμα | |
| νυκτὸς διώκει τῆς πλάνης παρουσίαν | |
| καὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν | |
| ἄπασι πιστοῖς εἰσάγει θεοφρόνως | |
| Τοῦτον ποθήσας ἀτρεκεστάτωι πόθῳ | |
| ὀ Λαοδικεὺς τοὔνομα Σισίννιος | |
| ὁ χρυσὸς ὄντως τῷ βίῳ καί τῷ τρόπῳ | |
| ἀρχιεράρχης καὶ σοφὸς θυηπόλος | |
| Σισίννιον δή φημι τὸν θεοῦ φίλον | |
| χριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον | |
| καί τοῦ θεαυγοῦς πνεύματος κειμήλιον | |
| τὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον | |
| καί γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι | |
| θεοῦ τέθειται τῷ νεῷ τοῦ προσμένειν | |
| ὑπηρετεῖν τε καὶ διευθετεῖν ἄμα | |
| ἔπειτα δ᾽ὤφθη καὶ προφήτης κυρίου | |
| κριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης | |
| οὕτως πέφυκεν οὗτοσ ἐν τῇ συγκρίσει | |
| πάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων | |
| εἰς εὐλάβειαν καὶ βίον βίου δίχα | |
| ὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία | |
| ὀρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος | |
| σκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων | |
| ῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας | |
| καί δεσπότην τίθησι Λαοδικέων | |
| οἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία | |
| νέμειν δικαίωσ πᾶσι τὰ πρὸς ἀξίαν | |
| Σισίννιον λέγοιμι τὸν φαεσφόρον | |
| σοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον | |
| καὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην | |
| τοῦ παντάνακτος καὶ θεοῦ καὶ δεσπότου | |
| Σισίννιον φράζοιμι τὸ κλεινὸν κλέος | |
| φοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος | |
| ὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων | |
| ὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν | |
| ἅπαντας εὐφραίνοντα τῷ συνειδότι | |
| ὃς τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι | |
| τὴν τῷ προφήτηι Δαυὶδ ἐκλελεγμένην | |
| καρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου | |
| ῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους | |
| ἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους | |
| Οὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος | |
| τῶν ποιμένων τὸ κάλλος ἱεραρχίας | |
| ὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα | |
| κατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων | |
| ἐν συγκρίσει δὲ χρυσέων χρυσοῦς λόγους | |
| ἀριθμὸν εὗρεν ἑξήκοντα καὶ δύο | |
| τεύξας δὲ τήνδε τὴν βίβλον πολλῷ πόθῳ | |
| πίστει τε λαμπρᾷ καὶ φερεσβιωτάτῃ | |
| τέθεικε τούτους ἐν γραφῇ πολυστίχῳ | |
| εἰς ὠφέλειαν Χριστιανῶν τοῦ γένους | |
| ἀντλοῦντεσ ὡς ἂν ἐκ ποταμῶν χρυσίον | |
| τῶν χρυσορείθρων ἐκ νοὸς χρυσορρόαι | |
| κάλλη τὰ τερπνὰ τῶν ἀληθῶν δογμάτων | |
| πλουτῶσιν ἀεὶ τῶν θεοπνεύστων λόγων | |
| ἄνθη γέμοντα καρπὸν εὐλογημένον | |
| ζωὴν διδόντα τὴν ἔχουσαν μή τέλος | |
| Ἀλλ᾽ ὃς προκύπτει τῇδε τῇ βίβλῳ φίλοι | |
| ἀντλεῖν τὰ θεῖα τῶν νοημάτων βάθη | |
| πλούτου νοητοῦ μηδαμῶς κενουμένου | |
| τῆς ὠφελείας καὶ πόνου μισθῶν ὕπερ | |
| ἀνδρὸς δικαίου τοῦ πόθῳ κεκτημένου | |
| ποίησον εὐχὴν ἐκτενῆ καὶ πλουσίαν | |
| καὶ σὺν πόθω βόησον εὐσεβοφρόνως | |
| Ὦ Χριστὲ φωτὸς καὶ θεοῦ πατρὸσ λόγε | |
| ὁ τὴν βροτείαν οὑσίαν ῥύπου δίχα | |
| τῇ σῇ συνάψας πανσόφως ὐποστάσει | |
| τῇ τοῦ πανόλβου πνεύματος παρουσίαι | |
| τῷ τήνδε βίβλον ἐν πόθῳ τετευχότι | |
| δίδου τὰ τερπνὰ τῶν ἄνω χαρισμάτων | |
| πλοῦτόν τε θεῖον τοῦ γεώδους βελτίω | |
| μισθὸν δὲ μισθοῦ παντὸσ ἀξιώτερον | |
| ὑπὲρ πόνων τε καὶ κόπων Σισιννίῳ | |
| τῷ τὸν θρόνον κρατοῦντι Λαοδικέων | |
| ἀνδρὶ προσηνεῖ καὶ σεβασμιωτάτῳ | |
| καὶ πᾶσαν ἄλλην ἀρετὴν κεκτημένῳ | |
| σὺν τῇ ταπεινότητι τῇ μεγιστάτῃ | |
| καὶ σῷ πέλοντι γνησιωτάτῳ λάτρι | |
| λιταῖς ἀχράντοις τῆς θεητόκου κόρης | |
| τῆς πανταννάσσης καὶ πανάγνου παρθένου | |
| καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Patron-related epigram |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | |
| Tag(s) | |
| Translation(s) |
Partial translation (vv. 34-46): For just as Samuel had been dedicated from childhood to the temple of God to attend to it, to serve and administer it, and was then made a prophet of the Lord, a judge over the whole of Israel and a leader, so too (if one compares the two) is he: his wise parents having given him long ago to works of piety and a life without life [i.e. a life not of this world], he readily served at first, but when God saw that he was one of His elect and a venerable vessel of His divine commandments, He broke the bonds of servitude and made him the leader of the people of Laodikeia. |
| Comment | Lauxtermann (2003: 137, 356): 'dedicated to Sisinnios of Laodikeia (c. 870-880)'. |
| Bibliography | |
| Number of verses | 102 |
| Occurrence(s) |
[17660] τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις·
[876-900]
BASEL - Universitetsbibliotek B.II.15 [876-900] (f. 1r-2r) (102 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 784: "In Sisinnium ep. Laodicensem de egloca homiliarum Ioann. Chrysostomi" |
| Permalink | http://dev.dbbe.ugent.be/types/2229 |
Last modified: 2026-01-19.
