| Εἰ θελήσῃ τις ὁ μ᾽ ἴσχυον καλέσαι· | |
| ἥν ἀρχιτέκτων ὁ σοφός ἰωάννης· | |
| ποικιλοτρόπως μουσουργήσας καὶ πήξας· | |
| κλήμακα τήνδε θείαν οὐρανοδρόμον· | |
| μετὰ τῆς πάλαι, ἥν ἰακώβ ἑωρα, | |
| οὐχ ἁμαρτήσῃ, οὐδ᾽ ἀνόσιον φήσῃ· | |
| ἀλλά καί λίαν, ἐπαινέση πας τοῦτον· | |
| κατάγουσ᾽, ὤφθη οὐ(ρα)νόθεν ἐκείνη· | |
| ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξῃ· | |
| ταύτῃ δ᾽ ἐκ κάτῳ, βροτούς ἀναβιβάζει· | |
| προαιρουμένους, καὶ θ(ε)ῷ παριστάνει· | |
| καὶ παραδείσου, κληρονόμους δεικνύει· | |
| οὐκοῦν μογήσας ἐν ἡμεραις βραχέσιν· | |
| ἐκ πόθου θείου, ἑλπίς τε σ(ωτη)ρίας· | |
| γέγραφα ταύτην κατειληφώς τῇ κέρκῳ· | |
| μηνὴ τ᾽ ἐν ἔκτῳ, δηλονότι μαρτίῳ· | |
| ἡμέρα τούτου, πρὸς τῇ ἰκάδι πέμπτῃ· | |
| ἐν ᾗπερ θ(εό)ς ὁ λόγός ἐν πανάγνῳ· | |
| γαστρί παρθένου ἐνκατειών εἰσέδυ· | |
| ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν· | |
| ἑκατοντάδος μετρουμένης ἑπτάκις· | |
| ἰνδικτιῶνος συντρεχομένης τρίτης· | |
| ἐμῆ δεξιᾶ ταλαίνη ναζιραίου· | |
| χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ. |
Last modified: 2019-08-02.
