Type 2685
(formerly typ/795)
| Εἰ θελήσῃ τις ὁμ᾽ ἴσχυον καλέσαι | |
| ἣν ἀρχιτέκτων ὁ σοφὸς Ἰωάννης | |
| ποικιλοτρόπως μουσουργήσας καὶ πήξας | |
| κλίμακα τήνδε θείαν οὐρανοδρόμον | |
| μετὰ τῆς πάλαι, ἣν Ἰακὼβ ἑώρα, | |
| οὐχ ἁμαρτήσῃ οὐδ᾽ ἀνόσιον φήσῃ | |
| ἀλλὰ καὶ λίαν ἐπαινέση πᾶς τοῦτον. | |
| Κατάγουσ᾽ ὤφθη οὐρανόθεν ἐκείνη | |
| ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξῃ | |
| ταύτῃ δ᾽ ἐκ κάτω βροτοὺς ἀναβιβάζει | |
| προαιρομένους καὶ θεῷ παριστάνει | |
| καὶ παραδείσου κληρονόμους δεικνύει. | |
| Οὐκοῦν μογήσας ἐν ἡμέραις βραχέσιν | |
| ἐκ πόθου θείου ἑλπίς τε σωτηρίας | |
| γέγραφα ταύτην κατειληφὼς τῇ κέρκῳ | |
| μηνὴ τ᾽ ἐν ἔκτῳ, δηλονότι μαρτίῳ, | |
| ἡμέρα τούτου πρὸς τῇ ἰκάδι πέμπτῃ | |
| ἐν ᾗπερ Θεὸς ὁ λόγος ἐν πανάγνῳ | |
| γαστρὶ παρθένου ἐνκατειὼν εἰσέδυ, | |
| ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν, | |
| ἑκατοντάδος μετρουμένης ἑπτάκις, | |
| ἰνδικτιῶνος συντρεχομένης τρίτης | |
| ἐμῆ δεξιᾶ ταλαίνη ναζιραίου | |
| Χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ. |
Last modified: 2026-01-19.
