| + εἰλήφει χρηστ(ὸν), ἥδε πυκτ(ὶς) τὸ τέρμα, | |
| πρὸ(ς) λαυρεντίου, χειρὸ(ς) τληπαθεστάτου: | |
| μεταγραφεῖσα, ἐκ τ(ῶν) τοῦ καλυβήτου, | |
| βίβλ(ων) τ(ῆς) μον(ῆς), τ(ῆς) ἐν τῶ ῥουσιάνω: | |
| συνεργ(ὸν) εὑρὼν, ἀγαθουργ(ὸν) τ᾽ ἀλείπτ(ην), | |
| τ(ὸν) ἑν πατρᾶσι, σεμν(ὸν) ἱγλαϊσμένον, | |
| νήφωνα θ(εὸ)ν, στέργοντα πολλοῦ πόθου: | |
| ὃς ἐκπλεύσαι με ἐκεῖ παρασκευάσ(ας), | |
| πείθει προθύμ(ως), μικρ(ὸν) προ(σ)κατερήσαι, | |
| (καὶ) τῆ σπουδῆ χρήσασθαι τῆ μεταγράψει: | |
| ἀνθ᾽ ὑποστρέψ(ας) δ᾽ αὖθ(ις) δεύτερ(ον) γράφ(ειν), | |
| κόπου σὺν πολλοῦ, καὶ διαπύρου πόθου, | |
| εἰς κάλλο(ς) ὡς ἲς, οὐκ ὤκνησα καὶ κόσμ(ον): | |
| (καὶ) δὴ τ(οὺς) ταύτη, προσομιλοῦντ(ας) πάνυ, | |
| λίσσομαι χ(ριστὸ)ν, ὑπὲρ ἀμφοῖν λιτάζ(ειν), | |
| τοῦ προτρέψαντο(ς) (καὶ) τοῦ ξύσαντο(ς) πόνου, | |
| εὑρ(εῖν) εὐμενῆ, ὅτε κρινεῖ τ(ὴν) κτίσιν, | |
| (καὶ) τ(ῆς) μερίδο(ς) τυχ(εῖν) τῶν σωζομέν(ων): | |
| ἔτυχε δ᾽ ἔτο(ς), ἓξ τ(ῶν) χιλιοντάδ(ων), | |
| ἑπτακοσί(ων) σαρακοστοῦ ὀγδόου· | |
| ἰνδικτιόν(ις), δεκ(ά)τ(ης) τρίτ(ης) οὖσης:- |
Last modified: 2019-10-14.
