| Ἡ βίβλος αὕτη παρ᾽ ἐμοῦ πονηθεῖσα, | |
| Τοῦ ἐν μοναχοῖς ἁμαρτωλοῦ ἐκ πόθου | |
| Ἀθανασίου τάλανος καὶ ἀχρείου, | |
| Τοῦ καὶ χρηματίσαντος ἀρχιμανδρίτου | |
| Μονῆς τῆς θείας καὶ βασιλεικοτάτης | |
| Ὅρους τῆ κλήσει ἁγίου Αὐξεντίου. | |
| Ὡς εὐτελεῖ δῶρον τῆ πανάγνω παρθένω, | |
| Μητρὶ τοῦ μόνου θεοῦ μου καὶ δεσπότου, | |
| Μονῆς λαμπράς τε καὶ περιφανεστάτης | |
| Βασιλεικῆς ἐτέθη βατοπεδίου, | |
| Μνήμης ἔνεκα ψυχῆς ἡμετέρας, | |
| Ὁ δὲ βουληθεὶς ὅστις καὶ οἷος εἴη | |
| Στερῆσαι αὐτὴν τῆ σεβασμία ταύτη | |
| Μονῆ κἀν ὅπως βουληθείη ἔχετω | |
| Ἀυτὴν πρὸ παντὸς τὴν θεομήτορά μου | |
| Ἔνθεν κακεῖσε ἀντίδικον εἰθ' οὕτως, | |
| Τὰς τῶν ὁσίων θεοφόρων πατέρων | |
| Τριακοσίων ὀκτωκαίδεκα κλῆρον, | |
| Ἀρᾶς καὶ πάντων ἀπ᾽ αἰῶνος ἁγίων, | |
| Μερὶς δ'ἡ τούτου ἔστω μετὰ Ἰοῦδα | |
| Καὶ τῶν κραξάντων, ἆρον σταύρωσον ἆρον. | |
| Προσετέθη δὲ δευτέρα ὀκτωβρίου, | |
| Ἐν ἔτει ἕκτω, ὀκτακοσιοστῶ τὲ | |
| Ἐξακισχιλιοστῶ, ἐνδεκάτης ἰνδείκτου. |
Last modified: 2016-12-05.
