Type 2873
(formerly typ/975)
| Ἡ βίβλος αὕτη παρ᾽ ἐμοῦ πονηθεῖσα, | |
| Τοῦ ἐν μοναχοῖς ἁμαρτωλοῦ ἐκ πόθου | |
| Ἀθανασίου τάλανος καὶ ἀχρείου, | |
| Τοῦ καὶ χρηματίσαντος ἀρχιμανδρίτου | |
| Μονῆς τῆς θείας καὶ βασιλεικοτάτης | |
| Ὅρους τῇ κλήσει ἁγίου Αὐξεντίου. | |
| Ὡς εὐτελεῖ δῶρον τῇ πανάγνῳ παρθένῳ, | |
| Μητρὶ τοῦ μόνου θεοῦ μου καὶ δεσπότου, | |
| Μονῆς λαμπρᾶς τε καὶ περιφανεστάτης | |
| Βασιλικῆς ἐτέθη Βατοπεδίου, | |
| Μνήμης ἔνεκα ψυχῆς ἡμετέρας, | |
| Ὁ δὲ βουληθεὶς ὅστις καὶ οἷος εἴη | |
| Στερῆσαι αὐτὴν τῇ σεβασμίᾳ ταύτῃ | |
| Μονῇ κἀν ὅπως βουληθείη ἔχετω | |
| Ἀυτὴν πρὸ παντὸς τὴν θεομήτορα μου | |
| Ἔνθεν κακεῖσε ἀντίδικον εἰθ' οὕτως, | |
| Τὰς τῶν ὁσίων θεοφόρων πατέρων | |
| Τριακοσίων ὀκτωκαίδεκα κλῆρον, | |
| Ἀρᾶς καὶ πάντων ἀπ᾽ αἰῶνος ἁγίων, | |
| Μερὶς δ'ἡ τούτου ἔστω μετὰ Ἰοῦδα | |
| Καὶ τῶν κραξάντων, ἆρον σταύρωσον ἆρον. | |
| Προσετέθη δὲ δευτέρα ὀκτωβρίου, | |
| Ἐν ἔτει ἕκτω, ὀκτακοσιοστῶ τε | |
| Ἐξακισχιλιοστῶ, ἐνδεκάτης ἰνδείκτου. |
Last modified: 2026-01-19.
