| Καὶ τί τῶν ὄντων· οὕτ(ως) | ἥδιον πέλει +. | | |
| Ἢ λυσιτελὲς ἢ ποθεινὸν ἢ | θεῖον + | | |
| Οὔκουν οὐδέν γ(ε) ὡς τῶν εὐαγγελ(ίων) + | | |
| Πυκτὶς ἡ θεσπέσιο(ς) κ(αὶ) τρισολβία· | | |
| Θεσμῶν γὰρ καὶ δογμάτων τ(ε)| καὶ θαυμάτων.| | |
| Ἐξαίσίον τὸ κάλλος φέ(ρεις) κ(αὶ) ὕψος+ | | |
| Νάμα δὲ ὥσπερ· νεκταρῶδ(ες)| τὸν μύθον + | | |
| Βλύζει τὸν σωτήριον κ(αὶ) ζωηφ(όρον)| | |
| Καὶ τί δεῖ φράζειν ταύτης πάν|τα κατ’ εἷδος +| | |
| Θ(εὸ)ν παριστᾶ δι’ οἶκτον βροτοθέντ(α) +| | |
| Φύσιν τ(ε) διαρθρόντα τὴν ἀνθρωπεί(αν) +| | |
| Ὡς γ’ οῦν ἄχραντον ἱεράν τε καὶ θεῖαν + | | |
| Ἔγωγε λέων ὁ χθαμαλὸς ζεούση +| | |
| ψυχὴ καὶ γνώμη ταύτην ἐπἐκτη|σάμην + | |
| τὰ ἔσω τε καὶ ἔξω καθ᾽ ὡραΐσας +| | |
| Ὑιῶ φιλτάτωι καὶ ἐμοὶ βασιλείω·| | |
| ταύτην δωροῦμαι φιλοτίμως | καὶ νέμω +| | |
| εἰ σκέπην εἰς φρούρησιν εἰς σ(ωτη)ρίαν + | | |
| Αὐτοῦ καὶ συντήρησιν πάντας | αἰῶνας + | | |
| Ἕβδομον δ᾽ ῆγεν· ὁ ἀιὼν τό | τε ἔτος + | | |
| Καὶ τριακοστὸν· ἐξακοσιοστόν τ(ε) + | | |
| Καὶ χιλιάδας· ἓξ προδιη·|νυσμένας + | | |
| Ὅτε δακτύλοις θεοδώρου ἐξύσθ(η) + | | |
| Ἀλητροῦ ἐυτελοὺς τε καὶ ἐλα|χίστου + | | |
| Εἰς δόξαν π(ατ)ρ(ὸ)ς υἱοῦ τὲ καὶ τοῦ | θείου +| | |
| Πν(εύματο)ς ἅμα· καὶ ψυχῆς σωτη|ρίαν +| | |
| Λέοντος λαμπροῦ· τοῦ και | κτήτορος ἀυτῆς +· | |
Last modified: 2021-01-02.
