Type 3009
(formerly typ/1111)
| Καὶ τί τῶν ὄντων· οὕτως ἥδιον πέλει | |
| Ἢ λυσιτελὲς ἢ ποθεινὸν ἢ θεῖον | |
| Οὔκουν οὐδέν γε ὡς τῶν εὐαγγελίων | |
| Πυκτὶς ἡ θεσπέσιος καὶ τρισολβία· | |
| Θεσμῶν γὰρ καὶ δογμάτων τε καὶ θαυμάτων. | |
| Ἐξαίσιον τὸ κάλλος φέρει καὶ ὕψος | |
| Νᾶμα δὲ ὥσπερ· νεκταρῶδες τὸν μύθον | |
| Βλύζει τὸν σωτήριον καὶ ζωηφόρον | |
| Καὶ τί δεῖ φράζειν ταύτης πάντα κατ’ εἶδος | |
| Θεὸν παριστᾶ δι’οἶκτον βροτοθέντα | |
| Φύσιν τε διαρθρόντα τὴν ἀνθρωπεῖαν | |
| Ὡς γ' οῦν ἄχραντον ἱεράν τε καὶ θεῖαν | |
| Ἔγωγε λέων ὁ χθαμαλὸς ζεούση· | |
| ψυχὴ καὶ γνώμη ταύτην ἐπἐκτησάμην | |
| τὰ ἔσω τε καὶ ἔξω καθ᾽ὡραΐσας | |
| Υἱῷ φιλτάτῳ καὶ ἐμοὶ βασιλείῳ· | |
| ταύτην δωροῦμαι φιλοτίμως καὶ νέμω | |
| Εἰς σκέπην εἰς φρούρησιν εἰς σωτηρίαν· | |
| Αὐτοῦ καὶ συντήρησιν πάντας αἰῶνας· | |
| Ἕβδομον δ᾽ ἦγεν· ὁ αἰὼν τότε ἔτος · | |
| Καὶ τριακοστὸν· ἐξακοσιοστόν τε | |
| Καὶ χιλιάδας· ἓξ προδιηνυσμένας | |
| Ὅτε δακτύλοις θεοδώρου ἐξύσθη | |
| Ἀλητροῦ εὐτελοὺς τε καὶ ἐλαχίστου· | |
| Εἰς δόξαν πατρὸς υἱοῦ τὲ καὶ τοῦ θείου· | |
| Πνεύματος ἅμα· καὶ ψυχῆς σωτηρίαν· | |
| Λέοντος λαμπροῦ· τοῦ καὶ κτήτορος αὐτῆς |
Last modified: 2026-01-19.
