| Ἡ δέλτος αὕτη τὴν τετράστοιχον κτίσιν: | |
| λογογραφοῦσα μυστικῶς πέλει κτίσις· | |
| φέρει γὰρ ὡς γῆν τὰς στερεμνίους πτύχας· | |
| τὸν ἄργυρόν τε λευκόμορφον ὡς ὕδωρ· | |
| ἔχει διαυγῆ λευκόλεπτον αἰθέρα: | |
| ἐν ὧ μὲν εἰσίν ὥσπερ ἀστέρες λόγοι· | |
| ὡς πῦρ δέ θερμὸ(ς) τοῦ λέοντος ὁ πόθος· | |
| οὗτο(ς) γὰρ αὐτὴν εὐφυῶς ἡρμοσμὲνην, | |
| ἀνεκαίνισεν εὐκλεὴς φιλοπόνως· | |
| ἀλλ᾽ ὦ χ(ριστ)έ μου τῶ πόθω κτισαμένωι, | |
| λύτρον παράσχε δεινῶν ἁμαρτημάτων· | |
| ταῖς δεήσεσιν τῶν εὐαγγελιστῶν σου; | |
| ματθαίου μάρκου λουκᾶ καὶ ἰωάννου:- |
Last modified: 2021-02-02.
