| ἔγραψε ταύτ(...) (...)ν πανίερ(ον) δέλτον, | |
| ὁ λαυρέντιο(ς), αιμύλο(ς) μονοτρόπο(ς)· | |
| πεισθ(εὶς) κελεύσει, καθηγέτου τιμίου, | |
| μάνδρ(ας) λογικ(ῆς), τ(ῆς) τῶν καλαμιτζίων· | |
| κυπριανοῦ στέργοντο(ς) θ(εὸ)ν ἀμέτρως· | |
| ὃς ἐφθαρμένης, οὔσ(ης) τ(ῆς) πρωτοτύπου. | |
| ἑῆ δαπάνη, ἀνεκτήσατο ταύτ(ην)· | |
| πολλῆ τῆ σπουδῆ, (καὶ) διαπύρω πόθω· | |
| ὥς τι (δὲ) θεῖον, (καὶ) σεβάσμιον δῶρον, | |
| τέθεικε τῶδε, τῶ ὑπ᾽ αὐτοῦ σεμνείω· | |
| εἰς δόξαν εἱς ἔπαιν(ον) τ(ῆς) μακαρίας· | |
| (καὶ) ἀρχιφώτου, ζωαρχικ(ῆς) τριάδο(ς)· | |
| ἣν εὐμενὴ ἕξοιεν ὅταν (...) τῆδε· | |
| πρὸ(ς) τ(ὴν) ἐκεῖθ(εν) μεταστῆ κληρουχίαν· | |
| ἔχων εἰς τοῦτο θερμ(ῶς) ἐκλιπαροῦντα· | |
| τ(ὴν) σφῶν πατέρων, πάνσεπτον ξυνωρίδα· | |
| τ(ὸν) λαμπρ(ὸν) ἐν θαύμασι θεῖον λαμπτῆρα, | |
| τ(ῆς) ἐκκλησί(ας) νικόλαον τὸν μέγαν: | |
| (καὶ) κυπριαν(ὸν) τὸ μονοτρόπ(ων) στέφος· | |
| τ(ὸν) ἀγλαΐας, θαυμ(ά)τ(ων) παραδόξ(ων)· | |
| κ(α)ταλαμπρύνον, τὸ περίγεοιν ἅπαν· | |
| εὗρε (δὲ) τέλος, ἕκτ(ης) χιλιοντάδο(ς)· | |
| ἄρτι τρεχούσ(ης), πεντήκοντα σὺν ταύτη· | |
| πρὸ(ς) τ(οῖς) ἑκατὸν ἑπτὰ συμμετρουμ(έν)(οις) | |
| μαρτίω πρὸ(ς) τ(ήν) μέσ(ην) μηνὸ(ς) τοῦ χρόνου: |
Last modified: 2019-06-06.
