Type 3091
(formerly typ/1209)
| Ἔγραψε ταύτην τὴν πανίερον δέλτον | |
| ὁ Λαυρέντιος αἰμόλος μονοτρόπος | |
| πεισθεὶς κελεύσει καθηγέτου τιμίου | |
| μάνδρας τῆς τῶν Καλαμιτζίων Κυπριανοῦ | |
| στέργοντος θεὸν ἀμέτρως | |
| ὃς ἐφθαρμένης οὔσης τῆς πρωτοτύπου | |
| τῇ δαπάνῃ ἀνεκτήσατο ταύτην· | |
| πολλῇ τε σπουδῇ καὶ διαπύρῳ πόθῳ | |
| ὥς τι δὲ θεῖον καὶ σεβάσμιον δῶρον | |
| τέθεικε τῷδε τῷ ὑπ᾽ αὐτοῦ σεμνείῳ | |
| εἰς δόξαν εἱς ἔπαινον τῆς μακαρίας | |
| καὶ ἀρχιφώτου ζωαρχικῆς τριάδος | |
| ἣν εὐμενῆ ἕξοιεν ὅταν τῶν τῆδε | |
| πρὸς τὴν ἐκεῖθεν μεταστῇ κληρουχίαν | |
| ἔχων εἰς τοῦτο θερμῶς ἐκλιπαροῦντα | |
| τὴν σφῶν πατέρων πάνσεπτον ξυνωρίδα | |
| τὸν λαμπρὸν ἑν θαύμασι θεῖον λαμπτῆρα | |
| τῆς ἐκκλησίας Νικόλαον τὸν μέγαν | |
| καὶ Κυπριανὸν τὸ μονοτρόπων στέφος | |
| τὸν ἁγλαΐας θαυμάτων παραδόξων | |
| καταλαμπρύνον τὸ περίγεοιν ἅπαν | |
| εὗρε δὲ τέλος ἕκτης χιλιοντάδος | |
| ἄρτι τρεχούσης, πεντήκοντα σὺν ταύτῃ | |
| πρὸς τοῖς ἑκατὸν ἑπτὰ συμμετρουμένοις | |
| μαρτίῳ πρὸς τήν μέσην μηνὸς τοῦ χρόνου. |
Last modified: 2026-01-19.
