| Ἐπίγραμμα εἰς τὸν ὅσιον πατέρα ἡμῶν Θεόδωρον | |
| Δῶρον [ἀει] ζώοιο θεοῦ μεγάλοιο ἄνακτος | |
| ἱμαρόεν περίπυστον ἐπ᾽ εὐλαβέη βιότοιο | |
| οὔνομα Θειόδωρος ποίμνης ἡγεύμενος ἧκα | |
| νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις | |
| ὁμνοπόλων θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδήν | |
| Στουδίου ἣν κλεΐζουσιν ἀριπρεπὲ ὄλβιον οἶκον | |
| ἱερὸν Ἰωάννοιο Χριστοῦ Προδρόμοιο σοφοῖς | |
| ὃν κεν ἐπ᾽ ἐσθλοῖς πλῆσεν πλείστῃς χαρίτεσσι | |
| στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαιέεσσιν | |
| ἀλκιμόεντ᾽ ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν | |
| νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα | |
| ἀγλαΐης φαέων δὲ ἀνάπλεα πάμπαν ἀγητά | |
| τοῖσι μυϊσκομένοισι διδάγματα θειοεικέλευτα | |
| ἐκν... τ᾽ ἀπόερσεν ἀερσιπότητα δὲ εἷλε | |
| λευγαλέου καμάτοιο βαρυζυγέος δέ τε ἄχθος | |
| ἴθμα τ᾽ ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα | |
| ὡς ἄρα Χριστὸς ἔλεξε βροτῶν πολύολβος ἀρωγός | |
| ἰστ... ξ ὑπορον περιδέξιον ἅλματι λαμπρῷ | |
| τοῦ δ᾽ ἀπὸ ἄλλος ἔηκεν Ἀνατόλιός τις ἀμύμων | |
| ᾧ ἔνιναι ἐτάεσκεν ἀγαυὸν θεῖον ἄημα | |
| ἱ.... μενος λυδίηθεν μετ᾽ ἄλλους ἡγεμονῆας | |
| ....υτος ἀριφρα......ς δέμας ἤραρε νῷ θεολαμπεῖ | |
| .....ασεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρὰ | |
| οἷα θεοῖο λάτρης πράξει βιότητι κρίσῃ (;) | |
| πᾶσιν ἐπ᾽ εὐλαβέη διαπρύσιος οἶος ὁ πρῶτος | |
| ἀτρεκίην κραδίη φισ....ἁ...είῃ φορέεσκε | |
| τρισσοφαοῦς θεότητος ἐὼν πολύαινος ἐραστής | |
| ρωμαλέως τελέθων περ ἀγακλέα πᾶσαν ἐφετμήν | |
| ἴχνια παντοδαπῶν χαρίτων θεοείδεο τ᾽ ὄλβου | |
| δῶρον ἔχων ἀρετὰς περικαλλέο [ἄσ]ματα λαμπρά | |
| ἰσοφαῆ φύτλης θεοείδεος οὐραν[ίου] |
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
Last modified: 2019-06-19.
