Type 3104
(formerly typ/1223)
| Δῶρον ἀειζώοιο Θεοῦ, μεγάλοιο ἄνακτος, | |
| ἱμερόεν περίπυστον ἐπ᾽ εὐλαβέῃ βιότοιο, | |
| οὔνομα Θεύδωρος ποίμνης ἡγεύμενος ἧκεν, | |
| νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις | |
| ὑμνοπόλων Θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδήν, | |
| Στουδίου ᾑ κλῄζουσιν ἀριπρεπέ᾽ ὄλβιον οἶκον | |
| ἱρὸν Ἰωάννοιο, Χριστοῦ Προδρόμοιο σοφοῖο, | |
| ὅν κεν ἐπ᾽ ἐσθλοῖσι πλῆσεν πλείστῃς χαρίτεσσι, | |
| στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαέεσσιν. | |
| Ἀλκιμόεντ', ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν | |
| νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα | |
| ἀγλαΐης φαέων δὲ ἀνάπλεα πάμπαν ἀγητά | |
| τοῖσι μυϊσκομένοισι διδάγματα Θειοκέλευστα. | |
| Ὀκριόεντ᾽ ἀπόερσεν, ἀερσιπότητα δὲ εἷλεν | |
| λευγαλέου καμάτοιο βαρυζυγέος δέ τε ἄχθους | |
| ἴθματ᾽ ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα, | |
| ὡς ἄρα Χριστὸς ἔλεξε, βροτῶν πολύολβος ἀρωγός, | |
| ἰστίον ὀξυπόρον, περιδέξιον ἅλματι λαμπρῷ. | |
| Τοῦδ᾽ ἀπὸ ἄλλος ἔηκεν Ἀνατόλιός τις ἀμύμων, | |
| ᾧ ἔνι ναιετάεσκεν ἀγαυὸν Θεῖον ἄημα, | |
| ἱκόμενος Λυδίηθε μετ᾽ ἄλλους ἡγεμονῆας. | |
| Οὗτος ἀριφραδέως δέμας ἤραρε νῷ Θεολαμπεῖ | |
| μαστεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρά, | |
| οἷα Θεοῖο λάτρις πρήξει βιότητί τ᾽ ἀρίστῃ | |
| πάσῃ ἐπ᾽ εὐλαβέῃ διαπρύσιος οἷος ὁ πρῶτος· | |
| ἀτρεκίην κραδίῃφι σὺν ἁγνείῃ φορέεσκε | |
| τρισσοφαοῦς Θεότητος ἐὼν πολύαινος ἐραστής, | |
| ῥωμαλέως τελέθων περ ἀγακλέα πᾶσαν ἐφετμήν | |
| ἴχνια παντοδαπῶν χαρίτων Θεοείδεος ὄλβου, | |
| δῶρον ἔχων ἀρετὰς περικαλλέα εἵματα λαμπρά, | |
| ἰσοφαῆ φύτλης θεοειδέος οὐρανίοιο. |
Last modified: 2026-01-19.
