| + εἰδωλοποιῶν ἐμπαθῆ πᾶσ(αν) θέαν· | |
| καὶ πάντα καιρὸν καταναλίσκων μάτην, | |
| ψυχὴ τὸ παρὸν ὀργανῶ σοι βιβλίον, | |
| ὧ τῶν ἑορτῶν ζωγραφῶ τ(ὰς) ἐμφάσεις, | |
| φαιδρὸν καθιστῶν τῆ μετέξει τὸν βίον, | |
| καὶ τοὺς τύπους τίθημι τοὺς τῶν ἁγί(ων), | |
| ἐξ ὧν ὁ πᾶς ἄνωθ(εν) ἡγνίσθη χρόνος. | |
| πρὸ(ς) γὰρ τὸν ἑσμὸν τῶν παθ(ῶν) δυσμάχ(ων) | |
| ἐχρῆν τὸν ἐσμὸν συνδραμ(εῖν) τῶν συμμάχ(ων) | |
| καίτοι γε κἂν εἷς τῶν τοσούτ(ων) ἧν τύπ(ων), | |
| οὐκ ἂν πρὸ(ς) ἐχθρῶν συμπλοκ(ὰς) ὑπεστάλης. | |
| πρὸ(ς) δ᾽ οὖν τὰ σὰ τραύματα (καὶ) τ(ὰς) σὰς νόσους, | |
| τὸ σύνθετον φάρμακον ἐκράθη τόδε. | |
| ταύτ(ας) δέ σοι τέταχα τ(ὰς) ἔξω πτύχας, || | |
| εἰς ἄργυρον θεὶς καὶ χρυσὸν τοὺς μαργ(άρ)ους, | |
| ὡς ἂν ἔχη κλεῖς εἴ τις ἔστι σοι θύρα, | |
| καὶ τοῦ πονηροῦ τ(ὰς) κλόπ(ας) ἀνατρέπη. | |
| χάριν δὲ σὴν ἔγραψα τοὺς θείους τύπους, | |
| θερμοῦ, πόθου χρώματα καθάπαξ χέας, | |
| ὡς ἂν μετ᾽ αὑτῶν ἐγγραφῆς τῶν ταγμ(ά)τ(ων), | |
| τοὺς δυσμενεῖς φυγοῦσα τ(ῶν) ἔργων τόμους. | |
| παλαιολόγος. ἄγγελος. δούκ(ας) τάδε | |
| βασιλέως παῖς | εὐσεβὴς (καὶ) δεσπότης, | |
| δημήτριος τὴν | κλῆσιν, ἐκ | δημη|τρί|ου|+ |
Last modified: 2021-09-07.
