| (…) θεατά, τὴν παροῦσαν πυκτίδα | |
| (...) ὑπτίως σὺ χερσοβατεῖς καρδία, | |
| ὁρῶν δὲ χαῖρε καὶ κατατρύφα πλέον | |
| τῶ σῶμα καὶ νοῦν καὶ ψυχὴν καὶ καρδίαν | |
| ἡδυεπῶν μάλιστα καὶ δυναμένων | |
| αὔξειν, τρέφειν χαίρειν τε καὶ σκιρτᾶν λίαν. | |
| Ὁρῶν δέ, φίλε, μὴ κενὸς παραδράμης, | |
| Καὶ τῶν χαρίτων στερηθεῖς τῶν ἀύλων. | |
| Ὁ γὰρ ἔνυλος οὑτοσὶ λειμών, ξένε, | |
| ἄυλον οἶδα παρέχειν φυτεργίαν | |
| τοῖς συλλέγειν σπεύδουσιν ἐκ ταύτης ἔαρ. | |
| Εἴπερ γὰρ ὡς μέλισσα φίλεργος δράμης | |
| ἀνθηροχρυσόβλητον συλλέξεις πόαν, | |
| ἥτις πεπανθεῖς ἔνδοθη σῶν ἐγκάτων | |
| τὸ νέκταρ ὡς γλύκιον ἐκρθύσει πόμα, | |
| σταλάζων ἡδὺ καὶ γέμων θυμηδίας | |
| καὶ ψυχοτερπὲς τῇ σεαυτοῦ καρδία. |
Last modified: 2017-02-27.
