| Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα. | |
| πέφυκεν αὕτη Γρηγορίου πανσόφου | |
| τοῦ θεολόγου, τῆς βροντῆς τῶν δογμάτων | |
| τοῦ τὰς φάλαγγας κακοδόξων ἁπάσας | |
| πυρὶ καταφλέξαντος ἀσβέστω λόγου. | |
| πίστιν δὲ τρανώσαντος αὐτὴν, ὡς θέμις | |
| τήν τῆς Τριάδος καὶ σοφῆς μοναρχίας. | |
| κτᾶται δὲ ταύτην ἐν διαπύρω πόθω | |
| ὁ Συναδηνὸς Κομνηνὸς Ἰωάννης | |
| ἀνακτόγαμβρος, στρατοπεδάρχης μέγας. | |
| οὐδεὶς γὰρ ἄλλος τῶν βροτῶν τῶν ἐν βίω | |
| στρατηγικαῖς χάρισιν ἠγλαϊσμένος | |
| καὶ βασιλικαῖς ἀξίαις ἐστεμμένος | |
| τοσαύτας αὐχεῖ θείας ἱερὰς βίβλους | |
| ὡς οὗτος ἀνὴρ παγκλεής τε καὶ μέγας | |
| καὶ γὰρ κενοῖ πάντα γε τὸν τούτου βίον | |
| εἰς κτῆσιν αὐτῶν τῶν θεηγόρων βίβλων | |
| κενοῖ χρυσόν τε καὶ λίθους (καὶ) μαργάρους | |
| πρὸς κτῆσιν αὐτῶν τῶν λογίων κυρίου, | |
| τῶν ὡς ἀληθῶς ὑπὲρ χρυσίον ὄντων | |
| καὶ τιμιωτέρων τε τῶν διαφανῶν λίθων, | |
| οὐ φείδεται χρημάτων οὐδὲ κτημάτων | |
| οὐ παντοδαπῆς τιμίας ἄλλης ὕλης | |
| μία δέ τις ἔνεστιν ἡ προθυμία | |
| ἡ τῶν ἁπασῶν ἱερῶν κτῆσις βίβλων. | |
| ὑπὲρ δὲ ταύτης τῆς καλλίστης ἀγάπης, | |
| ἣν πρὸς Θεὸν ἔχει τὲ καὶ πρὸς τὰς βίβλους, | |
| ἐνταῦθα μὲν λήψαιτο τοὺς μισθοὺς, ὅσους | |
| ὡς παμμυρίους ναὶ μὰ τὸν φήσαντά γε, | |
| μετὰ μόρον δὲ, τὸν παράδεισον λάχος | |
| καὶ τὴν ἀνεκλάλητον τρυφὴν τὴν ἄνω, | |
| ἣν ἐβράβευσε τοῖς δικαίοις πρὸ χρόνων :- |
Last modified: 2016-09-05.
