| Ἀριστοφάνους ἐπίγραμμα εἰς τὸν Τύραννον Οἰδίπουν | |
| Λιπὼν Κόρινθον Οἰδίπους π(ατ)ρ(ὸ)ς νόθος | |
| πρὸς τῶν ἁπάντ(ων) λοιδορούμ(εν)ος ξένος, | |
| ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων, | |
| ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον. | |
| Εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς | |
| ἄκων ἔπεφνε Λάιον γεννήτορα. | |
| Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος, | |
| ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος. | |
| Λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά. | |
| Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν, | |
| ὅπως πύθηται τοῦ κακοῦ παυστήριον, | |
| ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα, | |
| τὸν Λαΐειον ἐκδικηθῆναι φόνον. | |
| Ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας | |
| δισσάς τε χερσὶν ἐξανάλωσεν κόρας, | |
| αὐτὴ δὲ μήτηρ ἀγχόναις διώλετο. |
Last modified: 2021-12-08.
