| Σοφοκλέους δράμα τρίτον· ὑπόθεσις οἰδίποδος τυ|ράννου:+ | |
| Λιπὼν κόρινθον οἰδίπους π(ατ)ρ(ὸ)ς νόθος, | |
| πρὸ(ς) τῶν ἁπάντων λοιδορούμενος ξένων, | |
| ἦλθε πυθέσθαι μαντικῶν θεσπισμάτων | |
| αὐτω δὲ συνὴν (?) τῆς ελαίος θέλων | |
| μαθεῖν δι' αὐτὸν έν τίνι τόπω πέλει, | |
| νείκης ἐγερθείσης δὲ παρ' αὐτῶν τάλας, | |
| παῖς π(ατέ)ρα κτείνει τε καὶ ὑπηρέτας | |
| κρέων δὲ πεμφθεὶς δελφικὴν πρὸ(ς) ἑστίαν, | |
| ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα, | |
| τὸν λαΐειον ἐκδικηθῆναι μόρον· | |
| ὄθεν μαθὼν οἰδίπους ἀυτὸν ὡς πέλειν | |
| τὸν αὐτοφόντην αὐτοῦ π(ατ)ρ(ὸ)ς λαΐου, | |
| κόρας κατησβόλωσεν αὐτοῦ ὀμμάτ(ων) | |
| πόρπαξι δεινῶς ὑστερηθεὶς τοῦ φάους:+ |
Last modified: 2021-02-16.
