| ἕτεροι τοῦ αὐτοῦ πρὸς πρόκλον | |
| Ἀφεὶς ὦ πρόκλε σοὺς ἀποκρήμν(ους) λόγους, | |
| καὶ τοὺς σφαιρικ(οὺς) οὓς τρέχ(εις) ἀναδρόμους | |
| ἐν οἷς τε μούσ(ας) δεικνύεις σφαιροδρόμ(ους), | |
| κάτελθε λοιπὸν κ(αὶ) ταπεινά μοι γράφε· | |
| μήπως αἱ κυλίστραι σε τ(ῆς) σφαίρ(ας) κάτω | |
| ῥίψωσιν εὐθὺς κ(αὶ) ῥαγ(ῆς) παραυτίκα· | |
| ὀλισθηρὸ(ς) γὰρ σφαιρικὸς σύμπα(ς) δρόμο(ς) | |
| εἰ δ' οὐ θέλ(εις) ἄν(θρωπ)ε προσδραμεῖν κάτω, | |
| πρόκυπτε τ(ῶν) σ(ῶν) κἂν βραχὺ σφαιρωμάτ(ων). | |
| κ(αὶ) τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων. | |
| τ(ὴν) ἀσκραϊκὴν βίβλ(ον) ἐξηγουμέν(ων), | |
| ἄκουε μικρὸν εὐτελ(ῶς) γεγραμμένων. |
Last modified: 2019-08-14.
