Type 6038
(formerly typ/4023)
| Ἀφείς, ὦ Πρόκλε, σοὺς ἀποκρήμνους λόγους, | |
| καὶ τοὺς σφαιρικοὺς, οὓς τρέχεις ἀναδρόμους | |
| ἐν οἷς τε μούσας δεικνύεις σφαιροδρόμους, | |
| κάτελθε λοιπὸν καὶ ταπεινά μοι γράφε· | |
| μήπως αἱ κυλίστραι σε τῆς σφαίρας κάτω, | |
| ῥίψωσιν εἰς γῆν καὶ ῥαγῇς παραυτίκα. | |
| Ὀλισθηρὸς γὰρ σφαιρικὸς σύμπας δρόμος, | |
| εἰ δ' αὖ θέλεις, ἄνθρωπε, προδραμεῖν κάτω, | |
| πρόκυπτε τῶν σῶν κἂν βραχὺ σφαιρωμάτων | |
| καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων, | |
| τὴν ἀσκραϊκὴν βίβλον ἐξηγουμένων, | |
| ἄκουε μικρὸν εὐτελῶς γεγραμμένων. |
Last modified: 2026-01-19.
