| Στίχοι εἰς τὸν ἅγ(ιον) μάρκον τὸν εὐαγγλιστήν:- | |
| Πέτρου μυηθεὶς τοῖς ἀπορρήτοις λόγοις, | |
| τὴν τοῦ | θ(εο)ῦ κένωσιν εἰς βροτῶν φύσιν· | |
| ἐν ᾗ τὸ διπλοῦν | ὢν θεάνθρωπος φέρει, | |
| ταύτην καθεξῆς συντίθησι | πανσόφως· | |
| ὁ δευτερεύων μᾶρκος ἐν θεογράφοις: |
Last modified: 2022-01-27.
