| στίχ(οι) εἰς τὸν ἅγιον ἀπό(στολον) κ(αὶ) εὐαγγ(ελιστὴν) μάρκον: | |
| Πέτρου μυηθεὶς τοῖς ἀπορρήτοις λόγοις· | |
| Τὴν τοῦ θ(εο)ῦ κένωσιν εἰς βροτῶν φύσιν· | |
| Ἐν ἧι τὸ διπλοῦν ὢν θεάν(θρωπ)ος φέρει· | |
| Ταύτην καθεξῆς συντίθησι πανσόφως· | |
| Ὁ δευτερεύων μάρκος ἐν θεογράφοις· |
Last modified: 2019-09-04.
