| + χ(ριστο)ῦ θαύματα· παρὰ ματθαίω ἰωάννη τὲ (καὶ) λουκᾶ (καὶ) μάρκω· οὐ μ(ὴν)· ἀλλὰ (καὶ) παραβολαὶ διαφόρ(ως)· ἐν οἷς δι' | ἰάμβων καὶ ἐπῶν: + | |
| Ματθείης βίβλοιο τὰ θαύματα· ὁππόσ’ ἔρεξε | |
| χ(ριστὸ)ς ἄναξ· βροτέῳ σώματι κιρνάμενος· | |
| πρῶτ(ον) μ(ὲν) λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον· | |
| εἶθ’ ἑκατοντάρχου παιδὸ(ς) ἔπηξε μέλη· | |
| τὸ τρίτον αὖ πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί. | |
| τέτρατ(ον) οἶδμα μέγα ηὔνασε (καὶ) ἀνέμους· | |
| δαίμονας ἧκε σύεσσι τὸ πέμπτ(ον) ἐν γεργεσσηνοῖς: | |
| ἕκτον ἑὴν κλίνην ἧρε βαρὺς μέλεσιν: | |
| ἕβδομον ἁψαμένης πηγὴν σχέθ(εν) αἱμοροούσ(ης): | |
| ἄρχοντο(ς) θυγάτηρ ὄγδοον εὗρε φάος: | |
| εἴνατ(ον) αὖ τυφλοῖσι πόρε φάος· ἐκ δ’ ἐλαθέντο(ς) || | |
| δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατος: | |
| σαββάτῳ ἑνδέκατον ξηρὴν χέρα λύσατο δεσμ(ῶν): | |
| ὄσσε δὲ δαιμονίου κ’ οὔατα δωδέκατον: | |
| ἐκ δεκάτοιο τρίτ(ον), κοφίνους δυοκαίδεκα πλῆσε: | |
| κἀνδρῶν χιλιάδ(ας) πέντ’ ἀπὸ πέντ’ ἀκόλων: | |
| τέτρατον ἐκ δεκάτου δ' ἐκιχήσατο νῆα πόδεσσι· | |
| τοῖς δ’ ὑπόειξε μέγ(ας) πόντο(ς) ὀρινόμενος. | |
| πέντε δὲ (καὶ) δέκατ(ον), χαναναί(ας) πνεῦμ’ ἐδίωξε· | |
| μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ· | |
| ἕκτον καὶ δέκατ(ον), σπυρίδας λίπον ἕπτ’ ἀπὸ ἑπτά | |
| ἄρτων χιλιάδες τέσσαρες. ἧν τε κόρος. | |
| Ἑπτα κ(αι) δέκατ(ον), θείην ἠλλάξατο μορφήν· || | |
| στράψας οἷσι φίλοις ἠελίοιο πλέον· | |
| ὀκτωκαιδέκατ(ον) δὲ, σεληναίης ἀπὸ νούσου | |
| ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον. | |
| ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ ἱεριχ(οῦς) | |
| τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος· | |
| εἰκοστόν δ’ αὐγὰς πόρεν ὄμμασι· πηρά τ’ ἔλυσε | |
| γούνατα· ἐξ ἱεροῦ λύματα πάντ’ ἐλάσ(ας)· | |
| θαῦμα δὲ βηθανίηθ(εν) ἰὼν, ποίησε μέγιστον· | |
| ξηρὴν αἶψα συκῆν· ὥς μιν ἄκαρπον ἴδεν· | |
| ἐκ δ’ ἐχύθη σταυροῖο βαθὺ σκότο(ς), οἰχομένοιο | |
| φωτὸ(ς)· κ(αὶ) νηοῦ εὐρὺ πέτασμα ῥάγη. | |
| γαῖα δὲ παλλομένη γαίης ὕπερ, ἔσχισε πέτρ(ας)· | |
| (καὶ) νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι· | |
| αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξ(ας), | |
| αὗθις ἑοῖσι φίλοις ἐν γαλιλαία φάνη:- + |
| Type(s) | [6796] Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ’ ἔρεξε (38 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 14th c. |
| Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
| Place in Manuscript | f. 4v-5v |
| Contextual information | The epigram, along with other poems, precedes the Gospel of Matthew. |
| Metre(s) | Elegiacs |
| Genre(s) | Text-related epigram |
| Subject(s) | |
| Comment | Each line of the poem, as for the first 19 verses, is preceded by a paraphrase in prose, written in red ink. |
| Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
| Bibliography | |
| Number of verses | 38 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/25552 |
Last modified: 2021-03-09.
