| + τοῦ ἐν ἁγί(οις) π(ατ)ρ(ὸ)ς ἡμ(ῶν) γρηγορίου ἀρχιεπισκόπ(ου) κωνσταντινουπ(ό)λ(εω)ς | τοῦ θεολόγου· διὰ στίχων ἡρωϊκ(ῶν). πε(ρὶ) γενεαλογί(ας) χ(ριστο)ῦ:· | |
| Ματθαῖος πόθ(εν) εἰπε μέγ(ας) λουκ(ᾶς) τε φέριστο(ς)· | |
| τ(ὴν) μ(ὲν), ὅγ’ αὐτὰρ ὃ τήνδε βίβλοις ἐνέθηκε γενέθλην· | |
| αἷς χ(ριστὸ)ν κατάγουσιν ἀφ’ αἵματο(ς) ἀρχεγόνοιο· | |
| πῶς δ’ ὁ μ(ὲν), ἐν πλεόνεσσιν· ὅδ’ ἐν παύροισ(ιν) ἔληξ(εν)· | |
| εἰς δαυῒδ μ(ὲν) ἄνακτα γένους ῥόος ἀμφοτέροισ(ιν): | |
| ἄτμητο(ς)· μετέπειτα ῥέει δίχα. ὑστάτιον δέ, | |
| συμφύρεθ’ ὡς ἐπὶ πόντον ἀπείρονα χ(ριστὸ)ν ὁδεύων. | |
| ὦδέ κεν ἀθρήσειας, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· | |
| δαυίδαι, σολομῶν τε νάθαν τ’ ἔσαν· ὧν ὁ μ(ὲν), εἷλκ(εν)· | |
| ὥς τε ῥόον μεγάλου ποταμοῦ βασιλήϊον αἷμα· | |
| αὐτὰρ ὅγ’ εὐαγέων τε φαεινοτάτων θ’ ἱερήων· | |
| χ(ριστὸ)ς δ’ ἀμφότερ’ ἔσκεν ἄναξ μέγ(ας)· ἀρχιερεύς τε· | |
| τοὔνεκα ματθαῖος μ(ὲν). ἐγράψατο πν(εύματ)ι θείω. | |
| τοὺς σολομωντιάδας· λουκᾶς δ’ ἐς νάθαν ὄρουσ(εν)· | |
| ἐκ (δὲ) δύω γενεῶν· τῆς μ(ὲν), πλέον· ἐξ ἑτέρης δέ· | |
| παυρότερον τὸ ῥέεθρον ἐπελθέμ(εν) οὐ μέγα θαῦμα· || | |
| οὐ μ(ὲν) παυρότερον γενεῶν δ’ οὐκ ἴσον ἀριθμόν. | |
| ὧδε τα πρῶτα κέασθ(εν)· ἔπειτα δὲ, εἰς ἓν ἄγερθ(εν)· | |
| φράζε δὲ καὶ τόδε μοι πατέρων δύο πῶς ποτ’ ἰωσήφ. | |
| τέθμιον ἦν μωσῆος. ἐπὴν ἄσπερμος ὄληται | |
| ἑβραῖος· κάσιν ἤ τιν’ ὀλωλότος ἤ τινα πηῶν | |
| ἐγγύθεν αἶψα δάμαρτα φίλην (καὶ) κτῆσιν ἔχοντα, | |
| σπερμαίνειν φθιμένω τε γόνον (καὶ) οἶκον ἀέξειν· | |
| ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται· | |
| τοὔνεκα μικρὸν ὕπερθε θ(εο)ῦ βροτέου τόδ’ ἀνεῦρ(ον). | |
| ματθὰν ἐκ σολομῶνος ἄγων γένος ἠγάγετ’ ἐσθλ(άν)· | |
| τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο, ναθείδης οὔνομα μελχεί, | |
| (καὶ) τῷ μ(ὲν) ἰακώβ· τῶ δ’ ἠλεὶ γείνατο παῖδας. | |
| ἠλεὶ (δὲ) φθιμένοιο ἐπεὶ γόνον οὔτιν’ ἔλειπεν· | |
| αἶψα δόμον τε λέχος τε ιακὼβ οὐχ ὁμόπατρος | |
| δέξατο· (καὶ) τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν ἰωσήφ· | |
| οὕτω τοῦ μ(ὲν), ἔην· τῷ δ’ ἔγραφε θεσμὸς ἰωσήφ· | |
| εὐαγγελιστῶν δ’ ὃς μ(ὲν), εἶπε τὴν φύσιν, || | |
| ματθαῖος· ὃς δ’ ἔγραψε λουκᾶς τὸν νόμον· | |
| παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν· | |
| πῶς δαυῒδ ἐς ἄνακτα φέρει· θ(εὸ)ς εὖτε φαάνθη | |
| μητέρος ἐκ βροτέης θ(εὸ)ς ἄμβροτο(ς)· ἐκ μ(ὲν) ἰωσηφ | |
| πῶς ὅγε παρθενικῆς γ(ὰρ) ἔην πάϊς· ἐκ μαρί(ας) (δὲ) | |
| λευίδης· μαριὰμ γ(ὰρ) ἀφ’ αἵματο(ς) ἦεν ἀαρών. | |
| μάρτυς δ’ ἄγγελος ἄμμιν· ἐπεὶ Προδρόμοιο γενέθλ(ην) | |
| ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρί, | |
| μητέρας ἀμφοτέρ(ας) ὅγ’ ἀνήγαγεν ἐς μέγαν ἀαρών. | |
| φρῆτραι δ’ αὖ βασιλῆος ἀμιγέες ἡ δ’ ἱερήων, | |
| οὐχ' ἕτοιμον. Φρῆτραι μ(ὲν) ἔσαν δίχα, πολλάκι δ’ αὖτε | |
| μίγνυντο· πρόσθε μ(ὲν) ἀρὼν μεγάλοιο θύγατρα | |
| ἠγάγετ’ ἐς μέγα δῶμα ναασσὼν· ὅς δ’ ἀπ’ ἰούδα | |
| ἕκτος ἔην· μετέπειτα δὲ ἐπεὶ πόλ(ιν) ὤλεσ(εν) αἰχμή | |
| ἀσσυρίων· βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, | |
| οὐ(δὲ) φυλῶν τῆμος δὲ διακριδὸν αἷμα φυλάχθη· | |
| οὕτω μ(ὲν) διὰ μητρὸ(ς) ἀνέρχετ(αι) εἰς βασιλῆας |
| Type(s) | [6786] Ματθαῖος πόθεν, εἰπέ, μέγας, Λουκᾶς τε φέριστος (102 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 14th c. |
| Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
| Place in Manuscript | f. 3r-4v |
| Contextual information | The epigram, along with other poems, precedes the Gospel of Matthew. |
| Metre(s) | Dactylic hexameter |
| Genre(s) | Text-related epigram |
| Subject(s) | |
| Comment | The epigram is accompanied by an interlinear paraphrase in prose of its text, which precedes each line of the epigram. On f. 3r-v the paraphrase is written in the same ink as the main text, on f. 4r in red ink. |
| Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
| Bibliography | |
| Number of verses | 50 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/25548 |
Last modified: 2021-03-09.
